Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.47, ed. Kühn, 1830, vol. 18b, p. 176-179. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.47


5. Κακὸν δὲ καὶ χλωρὸν ἐὸν κάρτα καὶ ἀφρῶδες.

7. Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ
8. λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον
9. δ’ αὐτῶν ἄκρως ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν
10. ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων
11. χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος ᾖ, μοχθηρὰν
12. ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν
13. γένεσιν ἔχων, ὁ μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους
14. ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, ὁ δ’
15. ἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. ὁ δὲ μέλας ἤτοι τῆς αὐτῆς
16. ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη
17. γίγνεται μέλαινα χολὴ ἢ τοῦ παχέος αἵματος ὁμοίως
1. ξηρανθέντος ἢ λόγῳ νεκρώσεώς τε καὶ ψύξεως. ταῦτ’ οὖν
2. χρὴ μεμνημένον σε μὴ πολλάκις ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν
3. αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδες πτύελον, εἴρηται γὰρ
4. καὶ τοῦτ’ ἐπὶ τέλει τῆς ῥήσεως, ἐκ φλεγματικῆς τε ἅμα καὶ
5. ἀερώδους οὐσίας ἐστὶ συμμιγές. ἐκ τούτων γὰρ καὶ ἡ γένεσίς
6. ἐστιν ἀφρῷ παντὶ, κατὰ μὲν τὴν θάλατταν ὑπὸ
7. βιαίας ἀνέμων ἐμπτώσεως εἰς πολλὰ καὶ μικρὰ μόρια θραυομένου
8. τοῦ ὕδατος, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθος τῆς
9. θερμασίας. κοινὸν δ’ ἐν ἀμφοῖν ἐστι γένεσις πομφολύγων
10. πολλῶν τε καὶ μικρῶν. γίνονται δ’ αὗται δύσλυτοι, μάλιστα
11. μὲν ἀμφοῖν συνελθόντων, ἀέρος τε θολεροῦ καὶ ὁμιχλώδους
12. ὑγρότητος, γλίσχρον ἐχούσης τι καὶ παχύ. τὸ γὰρ
13. λεπτὸν ὑγρὸν οἶόν πέρ ἐστι τὸ ἀκριβῶς ὕδωρ, ὅταν ἀέρα
14. περιλάβῃ καθαρὸν, οὐ στέγει μέχρι πλείονος, ἀλλ’ αὐτίκα
15. ῥαγεισῶν τῶν πομφολύγων εἰς τὴν ἑαυτοῦ χώραν ἀναθεῖν
16. ἐπιτρέπει· διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ἀφρὸς ἐν τάχει
17. λύεται. τὸ δὲ παχὺ καὶ γλίσχρον ὑγρὸν, ὅταν,
18. ὡς εἴρηται, θολερὰν καὶ ὁμιχλώδη τινὰ οὐσίαν ἔνδον ἑαυτοῦ
19. κατακλείσῃ, μέχρι πλείστου κατέχει, μήτ’ ἐκείνης ἐπειγομένης
1. ἄνω, καθάπερ καὶ ὁ καθαρὸς ἀὴρ, αὐτό τε δύσρηκτον
2. ὑπάρχον. ὥσπερ γὰρ ἡ γένεσις ταῖς πομφόλυξιν ἐξ
3. ὑγρᾶς οὐσίας γίνεται, κατακλειούσης ἔνδον ἑαυτῆς ἀέρα, κατὰ
4. τὸν αὐτὸν τρόπον ἡ λύσις αὐταῖς ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν
5. οὐσίαν ἐστί. ῥήγνυται μὲν οὖν ῥᾳδίως ὑπὸ τῆς ἄνω φορᾶς
6. τοῦ λεπτοῦ πνεύματος, οὐ ῥήγνυται δὲ, ὅταν μήτε λεπτὸν
7. ᾖ μήτ’ ἄνω φέρηται. τοιοῦτον δ’ ἐστὶ τὸ ὁμιχλῶδες, οὔτε
8. ἀναθέον εἰς ὕψος οὔτε λεπτὸν ὂν, ἀλλ’ ἱκανῶς ὑγρὸν, ὡς
9. βαστάζειν δύνασθαι τὸ περιταθὲν ὑγρὸν ἐν αὐτῷ. διὰ τοῦτ’
10. οὖν οὐδ’ ὅταν ὕδωρ ἕψηται δύσλυτος γίνεται πομφόλυξ,
11. ἀλλ’ ἐπειδὰν ᾖ παχὺς ἢ λιπαρὸς ὁ χυμὸς, ἐξ οὖ τό τε γεννώμενον
12. πνεῦμα φυσῶδές τε καὶ ἀτμῶδές ἐστι, τό τ’ ἐπιπολῆς
13. τοῦ λέβητος ὑγρὸν ἐλαιῶδές τε καὶ λιπαρὸν καὶ γλίσχρον.
14. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ κατὰ τὰ τῶν ζώων
15. σώματα γεννᾶσθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ σφοδράς γέ τινας
16. ἀνέμων, ὥσπερ ἐν τῇ θαλάττῃ, καταιγίδας ὑπολαβεῖν ἐγχωρεῖ,
17. θερμασίαν μέντοι πυρώδη, συντήκουσάν τε ἅμα καὶ
1. πνεῦμα φυσῶδες ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖς ὀφθαλμοῖς
2. ἐπὶ πολλῶν ἐστιν ἀῤῥώστων θεάσασθαι. ταῦθ’ ἡμῖν μὲν
3. αὐτάρκως εἰρήσθω. καὶ σοὶ δὲ μνημονευέσθω περὶ γενέσεως
4. ἀφρωδῶν, εἴτ’ ἐπὶ πτυσμάτων εἴτε διαχωρημάτων
5. εἴτ’ οὔρων, ἐφίσταται γάρ ποτε καὶ τούτοις ἡ καλουμένη
6. πομφόλυξ πρὸς τὸ μηκέτι ποθεῖν αὖθις ἀκούειν ὑπὲρ τῶν
7. αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image