10. Εἰ δὲ εἴη οὕτως ἄκρητον, ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν
11. ἐστι τοῦτο ἐκείνων. κακὸν δὲ κἢν μηδὲν ἀνακαθαίρηται
12. μηδὲ προΐῃ ὁ πνεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ
13. ἐν τῷ φάρυγγι.
15. Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ
16. καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων,
17. αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ
18. πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.