14. Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακὸν
15. ὁμαλῶς.
17. Χειρίστην προειρηκὼς κατάστασιν νοσήματος
18. εἶναι, ὅταν τῶν μέσων τεθερμασμένων καταψύχεται τὰ πέρατα
19. τοῦ σώματος, ἀντιπαραβάλλειν νῦν αὐτῇ τὴν ἀρίστην
1. ἐν ἡμῖν, ἐν ᾗ θερμὸν ὁμαλῶς ἐστιν ὅλον τὸ σῶμα μετὰ τοῦ
2. καὶ μαλθακὸν ὁμαλῶς εἶναι, τὸ γὰρ ὁμαλὸν ἀμφοτέρων ἐστι
3. κοινόν. ὁμαλῶς μὲν οὖν θερμὸν γίνεται τὸ σῶμα καὶ κατὰ
4. τοὺς διακαεστάτους τῶν πυρετῶν, ἀλλὰ δακνῶδές τε καὶ
5. ξηρὸν φαίνεται κατὰ τὰς τοιαύτας διαθέσεις οὐ μαλακόν.
6. εἰ δὲ ἅμα τε μαλακὸν εἴη καὶ θερμὸν ὁμαλῶς, ἀρίστην ἐνδείκνυται
7. διάθεσιν τοῦ σώματος.