13. Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην
14. μὴ παύῃ· κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται· τὰ
15. παύοντα δὲ τὴν ὀδύνην πάντων ἀμείνω ἀναπτυόμενα.
17. Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων
18. ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία
1. καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν αὐτὸς ὡς τὴν εὐφορίαν
2. μάλιστα θεάσασθαι χρή. πολλάκις γὰρ ἴσχυσεν ἡ φύσις
3. νικήσασα τὴν μοχθηρὰν διάθεσιν ἐκκαθᾶραι τὸ σῶμα·
4. κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν
5. ἐκκρινομένων, οὐκ εἰδότες εἴτε συμπτώματος λόγῳ γίγνεται
6. τὸ τοιοῦτον εἴτε τῆς φύσεως ὠθούσης ἔξω τὰ μοχθηρά.
7. κατὰ μὲν οὖν τοὺς ἀφορισμοὺς τὴν τῆς εὐφορίας προσηγορίαν
8. ἔγραψε μόνην· ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο,
9. δι’ ἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύσματα. μετ’ ὀλίγον
10. δὲ πάνθ’ ἑξῆς ἐρεῖ τὰ γνωρίσματα τῶν ἐπὶ τὸ βέλτιον
11. ἰόντων νοσημάτων, ἃ τῷ τῆς εὐφορίας ὀνόματι περιέλαβε.
12. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρημένων ὑπ’ αὐτοῦ
13. σημείων ἁπάντων ἀκριβῶς ἐξητακέναι τὰς δυνάμεις, ὅπως
14. ἀλλήλοις αὐτὰ παραβάλλων τις ἱκανὸς εἴη στοχάζεσθαι
15. τὸ μέγεθος τῆς ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου
16. τοῦ σώματος ῥοπῆς, οἷόν περ κἀν τῷδε τῷ λόγῳ
17. τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτός. εἰ γὰρ ἐπὶ τοῖς
18. πτυέλοις αἱ ὀδύναι μὴ λύονται, οὐκ ἀγαθὸν τὸ σημεῖον. οὐ
1. μὴν ἀρκέσει γέ σοι μόνον τοῦτο γνῶναι πρὸς ἀκριβῆ τοῦ
2. μέλλοντος ἔσεσθαι πρόγνωσιν, ἀλλὰ θεάσασθαι χρὴ καὶ τὰ
3. ἄλλα συμπτώματα· τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυσμάτων
4. μνημονεύσας. ὄντος γοῦν τοῦ κοινοῦ σημείου τοῦ
5. μὴ παύεσθαι τὴν ὀδύνην, εἰ μὲν ὠχρὸν εἴη τὸ ἐκπτυόμενον
6. ἢ ἐρυθρὸν, ἧσσόν ἐστι κινδυνῶδες· εἰ δὲ μέλαν, ὀλεθριώτατον.
7. ὥσθ’ ἅπαντα ἐπισκεψάμενος, οὐ μόνον τὰ εἰρημένα,
8. κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίσεις ἀκριβοῦς προγνώσεως. καὶ
9. αὐτὸς δὲ ἐφεξῆς ὁ Ἱπποκράτης ἁπάντων τῶν ἀγαθῶν τε
10. καὶ κακῶν σημείων ἔγραψε κατάλογον ἀναμιμνήσκων τῶν
11. προειρημένων.