14. Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύεται
15. μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας μήτε πρὸς
16. τὴν τῆς κοιλίης ἐκκόπρωσιν μήτε πρὸς τὰς φλεβοτομίας
17. τε καὶ διαίτας καὶ φαρμακείας, εἰδέναι δεῖ ἐκπυήσοντα.
1. Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα
2. χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτ’
3. ἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος,
4. ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι
5. ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.