8. Τῶν δὲ ἐμπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ
9. πτυέλου ἐκπυΐσκεται ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ
10. χολῶδες τῷ πύῳ ἀναπτύηται ἤν τε ὁμοῦ.
12. Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων
13. ὅσα τοιαῦτ’ ἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν
14. μέρει δ’ εἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν
15. ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι
16. καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι
17. μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ
18. τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται
1. γὰρ ἀγριώτατός τις ὢν ὁ λυπῶν χυμὸς, ὅπου τῆς φύσεως
2. ἐνδειξαμένης ὅπως ἔχει τῆς εἰς τὸ πέττειν παρασκευῆς, οὐδὲν
3. ὅλως εἶξεν αὐτῆς.