7. Ἐλπὶς δὲ τὸν τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον,
8. ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.
10. Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε, προλέγοντος
11. ἐμοῦ πειραθέντες, ὥστε προσέχειν ὑμᾶς χρὴ τὸν νοῦν τοῖς
12. λεγομένοις ὑφ’ Ἱπποκράτους, μὴ τοιαῦτα νομίζοντας αὐτὰ
13. ταῖς δυνάμεσιν ὑπάρχειν, ὁποῖα τοῖς πολλοῖς τῶν ἰατρῶν
14. γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα,
15. τοῖς δ’ ἐπὶ τῶν νούσων ἔργοις ἐλεγχόμενα. πρὸς γάρ τοι
16. τὸν εἰρημένον ὑπ’ αὐτοῦ σκοπὸν, ὄντα μέσον ἁπάντων τῶν
17. ἄλλων κακῶν τε καὶ ἀγαθῶν ἀποβλέπων, δυνήσῃ προλέγειν
18. τὴν ἡμέραν ἐν ᾗ τεθνήξεταί τις. ὑποκείσθω γὰρ ὁ κάμνων
1. ἑβδομαῖος ἐπτυκὼς τὸ πυῶδες οὐ μὴν μόνον οὐδὲ δι’ ὅλης
2. ἡμέρας ἐφεξῆς, ἀλλ’ ἤτοι σὺν αὐτῷ τὸ χολῶδες ἢ μόνον
3. ἐκεῖνο χωρὶς τοῦ πυώδους. ἔστω δ’ αὐτῷ καὶ τἄλλα πάντα
4. μέσα ἀπό τε τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῆς ὥρας
5. καὶ τῆς χώρας καὶ τῆς οἰκείας δυνάμεως, ὡς μήτε ἰσχυροτάτην
6. εἶναι τὴν δύναμιν μήτ’ ἀσθενεστάτην. ὡσαύτως δὲ
7. καὶ τὴν κρᾶσιν αὐτοῦ τοῦ κάμνοντος μήτε τὴν εὐκρατοτάτην
8. εἶναι μήτε τὴν δυσκρατοτάτην. οὕτως δὲ καὶ ὥραν
9. καὶ χώραν καὶ κατάστασιν καὶ ἡλικίαν τοῦ κάμνοντος ἐν
10. τῷ μέσῳ τετάχθαι τῶν ἀρίστων τε καὶ χειρίστων ὑποθώμεθα.
11. κατὰ δὲ τὸν αὐτὸν λόγον ἑκάστου γένους σημείων
12. ὑπάρχειν ὑποκείσθω τῷ κάμνοντι τὰ μέσα. τοῦτον ἔλπιζε
13. τεθνήξεσθαι τεσσαρεσκαιδεκαταῖον, ὡς ταύτης μέσης οὔσης
14. προθεσμίας τοῦ θανάτου. προσγενομένων δὲ σημείων ἀγαθῶν
15. μὲν ἐπὶ πλέονα χρόνον ἐκταθήσεσθαι τὴν προθεσμίαν
16. τοῦ θανάτου, κακῶν δὲ θᾶττον ἢ τεσσαρεσκαιδεκαταῖον
17. τεθνήξεσθαι. τίνα δέ ἐστι τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ
18. διῆλθεν αὐτὸς ἐφεξῆς τὰ μὲν ὀνομαστὶ, τὰ δὲ ἐπὶ κεφαλαίων.
19. ἀλλὰ σύ γε μηδὲ περὶ τούτων ἀκούσῃς ἁπλῶς, ὡς ὁμοτίμων
1. ἁπάντων, ἀλλ’ ἀναμνησθεὶς ὧν αὐτὸς ἔγραψε καὶ ὧν ἡμεῖς
2. προσεθήκαμεν εἴς τε τὸν ἀριθμὸν αὐτὸν ἀπόβλεπε καὶ
3. τὴν δύναμιν. ὅπου μὲν αὐτὸς εἶπε σωτήριον κάρτα καὶ
4. ὀλέθριον κάρτα τῆς πρώτης τοῦτο δυνάμεως τιθεὶς, τὸ
5. μὲν ἐν τοῖς ἀγαθοῖς, τὸ δὲ ἐν τοῖς κακοῖς. ὡσαύτως δὲ καὶ
6. ὅπου τὸν θάνατον ὑπόγυον ἔφησεν ὑπάρχειν ἢ θανατωδέστατον
7. προσέγραψεν, οὐχ ἁπλῶς εἶπε θανατώδη. καὶ μὲν
8. δὴ κἀπὶ τῶν ὑγιεινῶν σημείων, ὅταν εἴπῃ μεγάλην δύναμιν
9. ἔχειν εἰς σωτηρίην, καὶ πάλιν, ἀσφάλειάν τε γὰρ σημαίνει
10. καὶ τὸ νόσημα ὀλιγοχρόνιον, ἤ τι τοιοῦτον προσέθηκε.
11. τὰ δὲ ἁπλῶς θανατώδη καὶ πάλιν ἁπλῶς περιεστηκότα λεγόμενα
12. μέσης ἐστὶ τάξεως ἀμφότερα κατὰ τὴν ἑαυτῶν φύσιν.
13. ἐ ἑκάτερα δὲ τούτων ὅσα παραβλητικῶς εἶπεν ἤτοι θανατωδέστερα
14. ἢ περιεστηκότερα ἢ τὸ μᾶλλόν τε καὶ ἧττον
15. ἑκατέροις προσέθηκεν. ἐὰν μὲν γὰρ ἔπιφανῇ τι τοῖς κατὰ
16. τὴν πέμπτην ἢ ἑβδόμην ἡμέραν εἰρημένοις ὀλεθρίοις πτύσμασι
17. τῶν τῆς πρώτης τάξεως κακῶν σημείων, οὐκ ἂν οὐδ’
18. εἰς τὴν ἑνδεκάτην ἡμέραν ὁ κάμνων ἐξίκοιτο καὶ μᾶλλον
1. ἐὰν ἑνὸς πλείω γένηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον,
2. ἐὰν τῶν ἱκανῶς ἀγαθῶν ἐπιφανῇ τινα, μέχρι τῆς τρίτης
3. ἑβδομάδος ἐκταθήσεται τὸ νόσημα. μιχθέντων δ’ ἀλλήλοις
4. ὀλεθρίων τε καὶ περιεστηκότων ἢ τῶν μᾶλλον ἐν ἑκατέρῳ
5. τῷ γένει τοῖς ἧττον ἢ ὁπωσοῦν ἄλλως· ἐπὶ μὲν
6. τοῖς πλείοσί τε καὶ ἰσχυροτάτοις ἀγαθοῖς σημείοις ἐλπὶς
7. τὸν κάμνοντα πλείονα ζήσεσθαι χρόνον, ἐπὶ δὲ τοῖς ἐναντίοις
8. ἐλάττονα· κατὰ ταῦτα δὲ κἂν ἤτοι γέρων ἢ ἀσθενὴς τὴν
9. δύναμιν ἢ ἐν ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει μοχθηρᾷ καὶ
10. δυσκράτῳ νοσῇ τις, ἐπιταθήσεσθαι τοῦ θανάτου τὸ τάχος
11. προσδοκᾷν, μεγίστην πάλιν ἔχειν ἐν τούτοις ἰσχὺν ἡγούμενος
12. τὸν ἀπὸ τῆς δυνάμεως σκοπόν.