15. Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε εὐπετέως φέρειν τὸ νούσημα
16. εὔπνουν εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον
17. ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν
18. τε καὶ μαλθακὸν καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ
1. διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται
2. ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα ταῦτα καὶ ἐπιγενέσθαι. οὕτω
3. μὲν γὰρ ἁπάντων τουτέων ἐπιγινομένων οὐκ ἂν ἀποθάνοι
4. ὁ ἄνθρωπος. ἢν δὲ τὰ μέντοι αὐτέων ἐπιγίνοιτο, τὰ
5. δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας
6. ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. κακὰ δὲ τἀναντία τουτέων
7. δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν
8. εἶναι. τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν,
9. διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως
10. ἔχεσθαι καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς
11. εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ
12. τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ
13. ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι
14. κακὰ ἐόντα. οὕτως γὰρ εἰ ἐπιγίνοιτό τι τῷ πτυέλῳ τουτέων
15. ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τεσσαρεσκαίδεκα
16. ἡμέρας ἀφικέσθαι ἢ ἐναταῖος ἢ ἑνδεκαταῖος. οὕτως οὖν
17. ξυμβάλλεσθαι χρὴ ὡς τοῦ πτυέλου τουτέου θανατώδεος
18. ἐόντος μάλα καὶ οὐ περιάγοντος τὸν νοσέοντα ἐς τὰς τεσσαρεσκαίδεκα
1. ἡμέρας. τὰ δὲ ἐπιγινόμενα κακά τε καὶ
2. ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας
3. προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα.
5. Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ
6. κακῶν σημείων, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται· καὶ διὰ τοῦθ’
7. ὑπερβὰς αὐτὰ τὰ ἑξῆς προχειριοῦμαι. πρὸς μὲν οὖν τὸ
8. περιγενέσθαι πάντων δεῖ παρόντων τῶν ἀγαθῶν, πρὸς δὲ
9. τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ
10. θᾶττον καὶ βράδιον ἀπολέσθαι ἐκ τοῦ πλείω ἢ ἐλάττω
11. ἀγαθὰ ἢ κακὰ παρεῖναι δηλουμένου.