14. Αἱ δ’ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ
15. μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι,
16. αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
1. Ἀσαφές ἐστιν ὁποίας ἄλλας λέγει. δυνατὸν μὲν γάρ
2. ἐστι καὶ περὶ τῶν ἐν ἑτέροις μέρεσι γινομένων ἐκπυήσεων
3. τὸν λόγον αὐτὸν ποιεῖσθαι, καταλιπόντα θώρακα καὶ πνεύμονα,
4. περὶ ὧν ἄχρι δεῦρο διείλεκται, δυνατὸν δὲ καὶ περὶ
5. τῶν ἐν αὐτοῖς μὲν τοῖς ὀργάνοις, ἀλλ’ οὐχ ὁμοίων ἐκπυήσεων
6. ταῖς προειρημέναις, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων.
7. ἐπεὶ δὲ οὐχ ὁμοίων ταῖς προειρημέναις εἶπον, ἐξηγήσασθαι
8. χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ πασῶν ἐκπυήσεων αὐτὸν,
9. ἀλλὰ τῶν, ὡς αὐτὸς εἶπε, χολῶδες ἐχουσῶν τι μεμιγμένον,
10. ἄχρι δεῦρο ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ τούτων ἁπασῶν,
11. ἀλλ’ ὅσαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐῤῥάγησαν. ἔστι
12. δὲ τοῦτο σπάνιον. αἱ πλεῖσται γὰρ εἰκοσταῖαι ῥήγνυνται,
13. τινὲς δὲ καὶ μέχρι πλείονος ἀφικνοῦνται χρόνου, περὶ ὧν
14. νῦν διέρχεται. διαφοραὶ δὲ πασῶν εἰσι δύο κοιναὶ, δι’ ἃς
15. καὶ τῷ χρόνῳ παραλλάττουσιν ἀλλήλων, ἔκ τε τοῦ πάσχοντος
16. μορίου καὶ τοῦ πλεονάζοντος χυμοῦ. τὰ μὲν γὰρ θερμότερα
17. καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκεται, τὰ ψυχρότερα
18. δὲ καὶ σκληρότερα βραδύτερον. οὕτω δὲ καὶ τῶν
1. χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον.
2. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐσίαν εἰσὶ
3. διαφοραὶ, προσέρχονται δὲ ἔξωθεν αἱ παρὰ τὴν ἡλικίαν τε
4. καὶ τὴν φύσιν, ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι δὲ
5. καὶ δύναμιν τοῦ κάμνοντος. ἐν ἁπάσαις δ’ αὐταῖς οἱ μὲν
6. θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον
7. ἐκπυΐσκονται. ταῦτα μὲν οὖν κοινῇ περὶ πασῶν ἐκπυήσεων
8. ἐπίστασθαι καλόν. ἐμοὶ δὲ δοκεῖ νῦν ἔτι περὶ τῶν κατὰ
9. τὸν θώρακα καὶ τὸν πνεύμονα διέρχεσθαι.