12. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι
13. λογιζόμενος ἀπὸ τῆς ἡμέρης ἧς ὁ πρῶτον ἄνθρωπος ἐπύρεξεν,
14. εἴ ποτε αὐτὸν πρῶτον ῥῖγος ἔλαβε καὶ εἰ φαίη ἀντὶ
15. τῆς ὀδύνης βάρος αὐτῷ γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεε.
16. ταῦτα γὰρ ἐν ἀρχῇσι γίνεται τῶν ἐμπυημάτων. ἐξ
17. οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν
18. ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.
1. Ἕν τι τῶν ὁμολογουμένων ἐστὶν ἅπασι σχεδὸν τοῖς ἰατροῖς,
2. ἐπειδὴ καὶ φαίνεται σαφῶς, ὡς ὅταν αἱ κατὰ τὰ
3. κύρια μέρη φλεγμοναὶ μὴ διαφορηθῶσιν ὑπὸ τῶν βοηθημάτων,
4. ἀλλ’ ἐκπυΐσκωνται, ῥῖγος γενέσθαι τηνικαῦτα καὶ
5. πυρετὸν ἐπ’ αὐτῷ. δέδεικται δὲ ἐν τοῖς περὶ ῥίγους λόγοις
6. ὡς ἡ δριμύτης τοῦ γενομένου πύου δάκνουσα καὶ διαβιβρώσκουσα
7. τὰ παρακείμενα σώματα ῥῖγος ἐργάζεται παραπλησίως
8. τοῖς δριμέσι φαρμάκοις. ὧν ἐνίοτε προσενεχθέντων
9. ἕλκεσι κακοήθεσιν ἤ τινι σηπεδονώδει διαθέσει ῥιγῶσαί τε
10. καὶ πυρέξαι συνέπεσεν. ἀκολουθεῖ δὲ τῷ τοιούτῳ
11. ῥίγει πυρετός. ἀμέλει καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ἐμνημόνευσε
12. καὶ προτέρου γε τοῦ πυρετοῦ, λέγων, ἀπὸ τῆς ἡμέρης
13. ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων
14. τὴν ἡμέραν, ἥτις ὅλου τοῦ νοσήματος ἐγένετο πρώτη,
15. ἀλλὰ καθ’ ἣν τὸ ῥῖγος ἅμα τῷ πυρετῷ συνέπεσεν,
16. ἐναργῶς σφοδροτέρῳ δηλονότι τοῦ πρόσθεν ὄντος γινομένῳ.
17. ἀλλὰ καὶ βάρους αἴσθησις γίνεται τηνικαῦτα τοῖς κάμνουσι
18. τοῦ κατὰ πολλὰ καὶ σμικρὰ μόρια παρεσπαρμένου τοῖς φλεγμαίνουσι
1. σώμασι χυμοῦ μετὰ τὴν εἰς πῦον μεταβολὴν
2. ἀθροιζομένου, πρός τινα μίαν χώραν κενὴν συνεχῆ τῷ
3. φλεγμαίνοντι παντί. ἐκ τούτων οὖν, φησὶ, τῶν χρόνων ἐν
4. οἷς ταῦτα πρῶτον ἐγένετο, προσδέχεσθαι χρὴ τὰ μὲν εἰκοσταῖα,
5. τὰ δὲ τριακοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ
6. ἑξηκοσταῖα ῥήγνυσθαι τῶν ἐμπυημάτων. ἃ δ’ εἶπε γνωρίσματα
7. τρία τὸν ἀριθμόν ἐστι, βάρος καὶ ῥῖγος καὶ πυρετὸς
8. τοῦ πρόσθεν, ὡς ἔφην, σφοδρότερος πολλῷ.