11. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ
12. καταμανθάνειν χρὴ τουτέοισι μή τι ἔχῃ ἄλγημα ἐν τῷ
13. ἑτέρῳ πλευρῷ, καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου
14. καὶ κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ
15. τι αὐτῷ δοκέει βάρος ἐκκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ
16. γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα ἐπὶ ὁκοῖον
17. ἂν πλευρὸν βάρος ἐγγίνηται.
1. Ὅτι διαφράττουσιν ὑμένες τὸν θώρακα διήκοντες ἀπὸ
2. τοῦ στέρνου μέχρι τῆς ῥάχεως, ὡς δύο ποιεῖν αὐτοὺς κοιλότητας,
3. ἐν ταῖς ἀνατομαῖς ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ
4. τὰ κατὰ τὸ ἕτερον μέρος ἐμπυήματα τοῖς κατὰ θάτερον,
5. ὥσπερ ἐπὶ τῶν ἐντὸς τοῦ περιτοναίου. κατ’ ἐκεῖνο μὲν γὰρ
6. ἐν κύκλῳ πᾶσι τοῖς ἐντέροις περιῤῥεῖ τὸ πῦον, ἐνταῦθα δ’
7. οὔτε τὸ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακος εἰς τὰ ἀριστερὰ
8. δύναται μετελθεῖν οὔτ’ ἔμπαλιν ὅσον ἐν τοῖς ἀριστεροῖς
9. ἐστιν εἰς τὰ δεξιὰ μεταῤῥυῆναι. διὰ ταῦτ’ οὖν ἀξιοῖ καταμανθάνειν,
10. εἴτε ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον
11. ὁ κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν μὲν γὰρ ταῖς
12. περιπνευμονίαις εἰς ἐμπύημα τρεπομέναις κατ’ ἄμφω μᾶλλον
13. ἢ κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖς πλευρίτισι
14. κατὰ τὸ ἕτερον μέρος μᾶλλον, οὐ κατ’ ἄμφω. διάγνωσις
15. δὲ τοῦ πεπονθότος ἔκ τε τοῦ τῆς θερμασίας διαφόρου.
16. θερμότερον γάρ ἐστι τὸ πεπονθὸς κἀκ τοῦ κατακλινόμενον
17. τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν αἰσθάνεσθαι
18. βάρους ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον
1. γὰρ ὅτι τὸ πῦον ἠθροισμένον ἐν τούτῳ τῷ μέρει τὴν τοῦ
2. βάρους αἴσθησιν ἐργάζεται.