10. Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγέοντα καὶ ἐν τοῖσι μετεωρισμοῖσιν
11. ἐλαφρὸν εἶναι.
13. Κεφάλαιον μὲν ἁπάσης προγνώσεώς ἐστι τῶν τεθνηξομένων
14. καὶ σωθησομένων ἡ παραβολὴ τῆς τοῦ νοσήματος
15. ἰσχύος πρὸς τὴν τοῦ κάμνοντος δύναμιν. ἰσχυροτέρου μὲν
16. γὰρ ὄντος τοῦ νοσήματος τεθνήξεται πάντως ὁ ἄνθρωπος.
17. εἰ δ’ ἀσθενέστερον εἴη τῆς τοῦ κάμνοντος δυνάμεως, οὐκ
18. ἂν ἀποθάνοι μηδενὸς ἁμαρτηθέντος· καὶ τοῦτο τὸ κεφάλαιον
1. αὐτὸς ἔγραψε κατὰ τὸν ἀφορισμὸν οὗ ἡ ἀρχή· συντεκμαίρεσθαι
2. δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ
3. διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου. τὸ μὲν οὖν κεφάλαιον
4. τοῦτο τῆς προγνωστικῆς θεωρίας ἐστίν. οὐσῶν δὲ δυνάμεων
5. τριῶν κατὰ γένος ἐπὶ τρισὶν ἀρχαῖς, ἐγκεφάλῳ καὶ καρδίᾳ
6. καὶ ἥπατι, διὰ τῶν ἐνεργειῶν ἑκάστης αὐτῶν ἥ τ’ ἀῤῥωστία
7. καὶ ἡ ῥώμη γνωρίζεται. ἐνέργειαι δὲ τῆς μὲν κατὰ τὸν
8. ἐγκέφαλον ἀρχῆς αἱ μὲν ἡγεμονικαὶ κατά τε μνήμας γίνονται
9. καὶ διαλογισμοὺς, αἱ δ’ ὑπηρετικαὶ κατά τε τὰς αἰσθήσεις
10. καὶ τὰς καθ’ ὁρμὴν κινήσεις, τῆς δὲ κατὰ τὴν καρδίαν
11. αἱ διὰ τῆς τῶν ἀρτηριῶν κινήσεως, τῆς δὲ κατὰ τὸ
12. ἧπαρ αἱ περὶ τὸ αἷμα καὶ τοὺς χυμούς. εἰς ταῦτ’ οὖν τὰ
13. κεφάλαια τῆς προγνωστικῆς θεωρίας τεμνομένης, ὅ τί περ
14. ἂν ὑφ’ Ἱπποκράτους ῥηθῇ σημεῖον, ἐπισκοπεῖσθαι τίνος ἐστὶ
15. γένους· οἷον καὶ νῦν ἐστι τοῦ ῥᾳδίως στρέφεσθαι τὸν κάμνοντα
16. καὶ διανιστάμενον ἐλαφρὸν ἑαυτῷ φαίνεσθαι. γνωρίσματα
17. γάρ ἐστι ταῦτα τῆς καθ’ ὁρμὴν κινούσης τὸ σῶμα
1. δυνάμεως. ἴσμεν δ’ ὅτι καθ’ ὁρμὴν ἢ κατὰ προαίρεσιν
2. ἢ βούλησιν ὀνομάζειν οὐδὲν εἰς τὰ παρόντα διαφέρει· τούτου
3. τοῦ γένους ἦν καὶ τὰ περὶ τῆς κατακλίσεως ἔμπροσθεν
4. εἰρημένα κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· κεκλιμένον δὲ χρὴ
5. καταλαμβάνεσθαι τὸν νοσέοντα. δείκνυσι μὲν γὰρ ὅτι ἡ
6. τοιαύτη κατάκλισις ὥσπερ καὶ ἡ ἀνάῤῥοπος ἐνεργούντων
7. γίνεται τῶν μυῶν. ὀνομάζειν δὲ αὐτὴν εἰώθασι τονικήν.
8. εἴρηται δὲ περὶ αὐτῆς ἐπιπλέον ἐν τοῖς περὶ μυῶν κινήσεων.
9. ἔλεγε δὲ καὶ ὁ Διοκλῆς ὅτι τὰ σώματα τῶν ζώων
10. συνέστηκεν ἐκ τοῦ φέροντος καὶ τοῦ φερομένου. φέρον οὖν
11. ἐστιν ἡ δύναμις, φερόμενον δὲ τὸ σῶμα. καθάπερ οὖν οἱ
12. βαστάζοντες φορτίον ἤτοι βαρυνόμενοι πρὸς αὐτοῦ κινοῦνται
13. μόλις ἢ κοῦφον εἶναι νομίζοντες ἀλύπως φέρουσιν, οὕτω
14. καὶ ἡ δύναμις ἡ μὲν ἰσχυρὰ ῥᾳδίως τὸ βάρος τοῦ σώματος
15. φέρει, ὡς μηδὲν εἰς τὰς κινήσεις τοῦ σώματος βλάπτεσθαι,
16. ἡ δ’ ἀσθενὴς βαρυνομένη μόγις ἐξαίρει τὰ μόρια τοῦ
17. σώματος.