5. Τοὺς δὲ ξύμπαντας ἐμπύους γινώσκειν χρὴ τοισίδε
6. τοῖς σημείοισι. πρῶτον μὲν εἰ ὁ πυρετὸς οὐκ ἀφίησιν,
7. ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα
8. πλείων καὶ ἱδρῶτες πολλοὶ ἐπιγίνονται, βηχός τε θυμὸς
9. ἐγγίνεται αὐτέοισι καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου.
10. καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίνονται, αἱ δὲ γνάθοι ἐρυθήματα
11. ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται,
12. οἱ δὲ δάκτυλοι θερμαίνονται καὶ μάλιστα ἄκροι. καὶ
13. ἐν τοῖσι ποσὶν οἰδήματα γίνονται καὶ σιτίων οὐκ ἐπιθυμέουσι
14. καὶ φλύκταιναι γίνονται ἀνὰ τὸ σῶμα.
16. Ὅσοι πῦον ἀθρόον ἔχουσιν ἔνδον τοῦ σώματος, εἴτ’
17. οὖν ἔτι περιεχόμενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόσθεν
18. εἴτε καὶ μετὰ τὸ ῥαγῆναι, δυνατόν ἐστιν ὀνομάζεσθαι τούτους
1. ἐμπύους. ἀλλ’ εἴθισται παρὰ τοῖς ἰατροῖς μόνους ἢ
2. μάλιστα τοὺς κατὰ θώρακα καὶ πνεύμονα τὸ τοιοῦτον ἔχοντας
3. πάθος ἐμπύους ὀνομάζεσθαι. περιέχεται δὲ μετὰ τὴν
4. ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ
5. πῦον τοῦτο καὶ εἰ μὴ διὰ ταχέων ἀναπτυσθείη, φθινωδῶς
6. ἀπόλλυνται, πυρέττοντες λεπτῶς μὲν, ἀεὶ δέ πως αὐξανομένης
7. τῆς θερμασίας εἰς νύκτα· καὶ γίνεται τοῦτο πᾶσι τοῖς
8. ἑκτικῶς πυρέττουσιν, οὐ τῷ τῆς διαθέσεως λόγῳ τῆς νυκτὸς
9. αὐξανούσης αὐτοῖς τὸν πυρετὸν, ἀλλὰ κατά τι συμβεβηκὸς,
10. ὅπερ ἐστὶ τοιοῦτον ἐν τοῖς καλουμένοις ἑκτικοῖς
11. πυρετοῖς, αὐτὰ τοῦ ζώου τὰ στερεὰ μόρια διάπυρα γίνεται.
12. κατὰ τοῦτ’ οὖν αὐτὸ ἀεὶ παραπλήσιος ὁ πυρετὸς ἐν ἑαυτῷ
13. μένει τὴν θερμασίαν ἔχων, οἵαν περ ἡ τίτανος ἀμυδρὰν
14. τοῖς ἁπτομένοις. ὅταν γοῦν φάγωσί τε καὶ πίωσιν, ὅμοιόν
15. τι συμβαίνει τοῖς γινομένοις κατὰ τὴν τίτανον ὕδατι βραχεῖσαν,
16. ὥστε τοὺς ἁπτομένους ἔξωθεν αἰσθάνεσθαι πολὺ
17. θερμοτέρου τοῦ κάμνοντος. ἔδειξα δὲ τοῦτο πολλάκις ὑμῖν
18. ἐπὶ τῶν ἀῤῥώστων, ἄλλοτ’ ἄλλῳ καιρῷ θρέψας τοὺς οὕτω
1. πυρέξαντας, ἵνα πεισθῆτε διὰ τὴν τροφὴν γίνεσθαι τοῦτ’
2. αὐτοῖς, οὐ τῷ τῆς διαθέσεως λόγῳ. ἐναργῶς γὰρ φαίνεται
3. συμμεταπίπτειν ἡ πυρετώδης θερμασία τοῖς καιροῖς τῆς τροφῆς,
4. αὐτίκα μὲν ἐπὶ ταῖς προσφοραῖς τῶν σιτίων αὐξανομένη
5. σφοδροτάτη τε ἑαυτῆς φαινομένη κατὰ τὴν ἀνάδοσιν
6. αὐτῶν. διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἱδρῶτες ἐπιγίνονται
7. συνεχεῖς, διαφορουμένης τῆς ἀναδοθείσης τροφῆς.
8. ἀλλὰ καὶ βῆξαι, φησὶ, θυμὸς αὐτοῖς γίνεται, τουτέστι προθυμία,
9. καὶ ἀναπτύουσιν οὐδὲν ἄξιον λόγου. εἰ γὰρ ἔπτυον,
10. οὐκ ἂν ἔμπυοι διέμενον. αἰτία δὲ τοῦ μηδὲν ἀναπτύειν ἄξιον
11. λόγου τριττή· τοῦ πύου μὲν αὐτοῦ ἡ γλισχρότης καὶ πάχος,
12. τοῦ δὲ περιέχοντος ὑμένος τὸν πνεύμονα πυκνότης,
13. ἀῤῥωστία δ’ ἐπὶ τούτοις τῆς τοῦ κάμνοντος δυνάμεως. ἀλλὰ
14. καὶ οἱ ὀφθαλμοὶ, φησὶν, ἔγκοιλοι γίνονται, κοινόν τι τοῦτο
15. τῶν χρονίων ἁπάντων πυρετῶν καὶ μάλιστα τῶν ξηραινόντων
16. ἐπιφανῶς. ἐρυθραίνονταί τε τὰ μῆλα διὰ τὴν ἐν τῷ
17. πνεύμονι θερμότητα καὶ διὰ τὰς βῆχας. ἄμφω γὰρ ταῦτα
18. θερμαίνει, τό τε πρόσωπον καὶ ὅλην τὴν κεφαλήν. ἀπό τε
1. τοῦ κατασκήψαντος εἰς τὸν πνεύμονα ῥεύματος, ἀτμῶν ἀναφερομένων
2. εἰς αὐτά. οἱ δ’ ὄνυχες γρυποῦνται τῶν στηριζουσῶν
3. αὐτοὺς ἑκατέρωθεν σαρκῶν ἐκτηκομένων.
4. οἱ μὲν οὖν δάκτυλοι καίτοι καταψυχόμενοι τοὐπίπαν ἐπὶ
5. τῶν χρονίως νοσούντων ὅμως ἐν πᾶσι τοῖς ἑκτικοῖς πυρετοῖς
6. θερμοὶ διαμένουσιν, ἐπειδὴ κατειλήφασιν οὗτοι τὰ στερεὰ
7. μάλιστα μόρια τοῦ σώματος· κατά γε μὴν ἄκρους ἑαυτοὺς
8. ἐναργέστερον φαίνονται θερμότεροι, οὐκ ἐκ τῶν ἔξω
9. μερῶν, ἀλλ’ ἐκ τῶν ἔνδον, ἔνθα τὸ σαρκῶδες αὐτῶν ἐστι.
10. καὶ ἡ αἰτία πρόδηλος, εἴ γε μεμνήμεθα τῶν ἐπὶ ταῖς προσφοραῖς
11. εἰρημένων. ἔνθα γὰρ ὑγρότης ᾖ δαψιλεστέρα σαφέστερον
12. ἐν τούτοις χωρίοις ἡ θερμασία φαίνεται. προήκοντός
13. γε μὴν τοῦ χρόνου καὶ οἱ πόδες αὐτῶν οἰδίσκονται,
14. τῆς τοῦ σώματος ὅλου νεκρώσεως ἐκεῖθεν ἀρχομένης, ὡς ἂν
15. ποῤῥωτάτω κειμένων μορίων τῆς ἀρχῆς. τηνικαῦτα ἤδη καὶ
16. ἀνόρεκτοι γίνονται, νεκρουμένης δηλονότι τῆς ὀρεκτικῆς δυνάμεως
17. ἅμα ταῖς ἄλλαις· καὶ φλύκταιναί τινες ἐπιγίνονται
18. διαβρωτικῶν ἰχώρων ἀθροιζομένων ἐν σώματι. τοιαύτην
1. γὰρ αὐτῶν ὁ Ἱπποκράτης ἐδίδαξε τὴν γένεσιν εἶναι ἐν τῷ
2. δευτέρῳ τῶν ἐπιδημιῶν ἡνίκα φησίν· ἐπιγίνονται
3. μὲν ἐν τῷ δέρματι ἰχῶρες, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται.
4. οἱ γὰρ ἰχῶρες οὗτοι τὸ μὲν ἄλλο τοῦ δέρματος ὅσον
5. μανώτερόν ἐστι διεξερχόμενοι κατὰ τὸ ἔξω πέρας αὐτοῦ
6. πυκνότερον ὂν ἴσχονται. διϊστᾶσι δὲ τοῦτο καὶ ἀφιστᾶσιν
7. ἀπὸ τοῦ ἔνδον ἀθροιζόμενοί τε κατ’ αὐτὸ τὰς φλυκταίνας
8. ἐργάζονται.