11. Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων ἔχει τὰ σημεῖα
12. ταῦτα καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα. ὁκόσα δὲ ὀλιγοχρόνιά
13. ἐστιν, ἐπισημαίνεσθαι τουτέων ἤν τι ἐπιφαίνηται
14. οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γινομένοισιν ἅμα δὲ καὶ
15. ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.
17. Καλῶς εἶπε πιστεύειν χρῆναι τοῖς τῶν χρονιζόντων
18. ἐμπυημάτων σημείοις. οὕτω γάρ ἐστιν ἰσχυρὰ τὴν δύναμιν,
1. ὡς μηδεμίαν ἀμφιβολίαν ἑαυτοῖς ἀπολείπεσθαι. τὰ δ’ ὀλιγοχρόνια
2. γνωρίζεσθαι διὰ τῶν ἔμπροσθεν εἰρημένων· ἦν δ’
3. ἐκεῖνα, τὸ ῥῖγος καὶ ὁ πυρετὸς καὶ τὸ βάρος εἴτε τι τῶν
4. ἐπὶ τοῖς χρονίοις εἰρημένων ἤδη φαίνοιτο καὶ εἰ δυσπνούστερος
5. ὁ κάμνων γένοιτο παρὰ τὸ πρόσθεν, ἀνάγκη γὰρ
6. τοῦτο συμβαίνειν διὰ τὴν στενοχωρίαν τοῦ πνεύμονος, ὅταν
7. καταλάβῃ τὰς κενὰς χώρας τοῦ θώρακος τὸ πῦον.