14. Περιγίνονται δὲ τουτέων μάλιστα μὲν οὓς ἂν ἀφῇ ὁ πυρετὸς
15. αὐθημερὸν μετὰ τὴν ῥῆξιν καὶ σιτίων ταχέως ἐπιθυμέωσι
16. καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά
17. τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν
1. τε καὶ λεῖον ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον καὶ
2. ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. ἄριστα
3. μὲν οὖν οὕτως καὶ τάχιστα ἀπαλλάσσουσιν. ἢν δὲ μὴ,
4. οἷσιν ἂν ἐγγυτάτω τουτέων γίνονται. ἀπόλλυνται δὲ οἷσιν
5. ἂν ὅ τε πυρετὸς αὐθημερὸν μὴ ἀφείη, ἀλλὰ δοκέων
6. αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ
7. δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, ἡ κοιλίη ὑγρὴ
8. ᾖ καὶ τὸ πῦον χλωρὸν καὶ πέλιον πτύῃ ἢ φλεγματῶδες
9. καὶ ἀφρῶδες. ἢν ταῦτα πάντα γίνηται, ἀπόλλυνται. ὁκόσοισι
10. δ’ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν
11. αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίνονται.
12. ἀλλ’ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι
13. σημαίνεσθαι καὶ τοῖσιν ἄλλοισιν ἅπασιν.
15. Οὗτος ἅπας ὁ λόγος ὁ ἀπὸ ταύτης τῆς λέξεως ἀρχόμενος
16. ὅλος ἐστὶ σαφὴς τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.
17. ὑπερβὰς οὖν αὐτὸν ἐπὶ τὰ συνεχῆ μεταβήσομαι.