2. Ὁκόσοισι δὲ ἀποστάσιες γίνονται ἐκ τῶν περιπνευμονικῶν
3. νοσημάτων παρὰ τὰ ὦτα καὶ ἐκπύουσιν ἐς τὰ κάτω χωρία
4. καὶ συριγγοῦνται, οὗτοι περιγίνονται.
6. Τὸ συριγγοῦνται μόνον ἀσαφές ἐστιν ἐν ταύτῃ τῇ ῥήσει
7. κατὰ μεταφορὰν εἰρημένον. αἱ γάρ τοι σύριγγες αἱ κυρίως
8. ὀνομαζόμεναι, ταῦτα δὴ τὰ μουσικῶν ὄργανα, προμήκεις
9. ἔχουσι κοιλότητας· αἷς ὅταν ἐν τοῖς τῶν ζώων σώμασιν
10. ὁμοῖαι παρὰ φύσιν γεννῶνται, διὰ τῆς αὐτῆς προσηγορίας
11. δηλοῦνται. δοκεῖ δή μοι καὶ νῦν ὁ Ἱπποκράτης διὰ
12. τὸ τῆς διεξόδου πρόμηκες κεχρῆσθαι τῷ συριγγοῦνται ῥήματι.
13. τὸ δὲ σύμπαν τοῦ λόγου κεφάλαιόν ἐστι περὶ
14. τῶν ἐπιγινομένων τοῖς περιπνευμονικοῖς ἀποστάσεων, ἐνίοτε
15. μὲν εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἐνίοτε δὲ εἰς τὰ κάτω
16. τοῦ θώρακος χωρία.