2. Ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιαῦτα ᾧδε, ἢν ὅ τε πυρετὸς
3. ἔχῃ καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ
4. ἐκχωρέῃ κατὰ λόγον μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες
5. μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται καὶ μηδὲ
6. τὸ οὖρον κάρτα πουλύ τε καὶ παχὺ καὶ πολλὴν ὑπόστασιν
7. ἔχον. ὑπηρετεῖται δὲ περιεστηκῶς ὑπὸ τῶν λοιπῶν
8. πάντων τῶν περιεστηκότων σημείων, τουτέοισι χρὴ τὰς
9. τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.
11. Τὰς προειρημένας ἀποστάσεις ὅπως ἄν τις προγινώσκοι
12. διδάσκει διχῆ τεμὼν τὸν λόγον. ὡς τὸ μὲν πρῶτον
13. αὐτοῦ μέρος εἶναι διδασκαλίαν τοῦ γενήσεσθαι τὴν
14. ἀπόστασιν, τὸ δὲ δεύτερον διορίζεσθαι, πότερον ἄνωθεν τοῦ
15. θώρακος εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἢ κάτω τῶν φρενῶν.
16. ἀρξόμεθα οὖν καὶ ἡμεῖς ἀπὸ τοῦ προτέρου μέρους, ἐν
17. ᾧ κεφάλαιόν ἐστι δύσπεπτον· μὲν εἶναι τὸ νόσημα, μὴ μέντοι
18. θανατῶδες. οὔτε γὰρ ἐὰν εὔπεπτον ᾖ, δι’ ἀποστάσεως,
1. ἀλλ’ ἤτοι δι’ ἐκκρίσεως ἢ κατὰ βραχὺ λυθήσεται πεπανθέν.
2. οὔτε ἂν ὀλέθριον ὑπάρχῃ, γενήσεταί τις ἀπόστασις ἀγαθή.
3. μέσον οὖν. αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων.
4. ὅθεν εἰκότως ὁ Ἱπποκράτης ἔνια μὲν αὐτῶν τῶν
5. γνωρισμάτων ἔγραψεν ἐκ τῶν κακῶν σημείων, ἔνια δὲ ἐκ
6. τῶν ἀγαθῶν, ἃ κατὰ μέρος ἤδη σοι δίειμι, τὴν ἀρχὴν ἀπὸ
7. τοῦ πρώτου ποιησάμενος, ὑπὲρ οὖ πρώτου κατὰ λέξιν οὕτω
8. φησίν· ἢν ὁ πυρετὸς ἔχῃ, τουτέστι κατείληφε τὸν ἄνθρωπον,
9. ὡς εἰς ἀπυρεξίαν μηδέποτε ἀφικνεῖσθαι καὶ ἡ ὀδύνη
10. μὴ πεπαυμένη ᾖ· παυσαμένης γὰρ αὐτῆς οὐκ ἀποστάσεώς
11. ἐστι χρεία τις ἔτι πρὸς τὴν λύσιν, ὡς ἐπιεικοῦς τοῦ νοσήματος
12. ὄντος. καὶ τὸ πτύελον, φησὶ, μὴ ἐγχωρέῃ κατὰ λόγον,
13. οὐδὲ γὰρ ὅλως ἀποστάσεως δεηθήσεται τὸ νόσημα διὰ
14. τῶν πτυσμάτων ἀεὶ ἐκκαθαιρόμενον, εἶτ’ ἐφεξῆς μηδὲ χολώδεες
15. αἱ τῆς κοιλίης διαχωρήσιες. εἴρηται γάρ σοι καὶ
16. πρόσθεν ὡς ἐν τοῖς χολώδεσι νοσήμασιν αἱ ἀποστάσιες οὐ
17. γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν
18. ὕλην, ἵν’ εἴς τε χρόνον πλείονα ἐκπέσῃ τὸ νόσημα καὶ μὴ
19. δι’ ἐκκρίσεως, ἀλλ’ ἤτοι δι’ ἀποστάσεως ἢ μόνης πέψεως
1. ἰαθῇ. τὸ δὲ ἐφεξῆς τῷδε τινὲς μὲν οὕτω γράφουσι· μηδ’
2. εὔλυτοι καὶ ἄκρητοι γίνωνται, ὥσπερ ἔφη, μηδὲ χολώδεες αἱ
3. τῆς κοιλίης διαχωρήσιες, οὕτω μηδὲ εὔλυτοι καὶ ἄκρητοι
4. γίνωνται, τοῦ μὲν ἀκρήτου πρὸς τὰς ἀμίκτους τῶν ἄλλων
5. χυμῶν τινι ἀναφερομένου διὰ τὸ μίαν ἔχειν αὐτὰς ποιότητα
6. τὴν τῶν χολωδῶν, τοῦ δὲ μηδ’ εὔλυτοι πρὸς τὸ πλῆθος
7. τῶν ἐκκρίσεων, ὡς εἴτε καὶ χολώδεις εἶεν καὶ εὔλυτοι
8. δι’ ἐκκρίσεως μᾶλλον ἢ δι’ ἀποστάσεως ἐσομένης τῆς κρίσεως.
9. ἔνιοι δὲ ἐναντίως γράφουσι τὴν λέξιν ᾧδε· μηδὲ χολώδεες
10. αἱ τῆς κοιλίης διαχωρήσιες εὔλυτοι δὲ καὶ ἄκρητοι
11. γίνωνται· εὐλύτους μὲν εἶναι βουλόμενοι τὰς συμμέτρως
12. ὑπερχομένας, ἀκρήτους δὲ τὰς ὑδατώδεις καὶ ἀμίκτους. ἐῤῥέθη
13. γὰρ ἔμπροσθεν ὡς τὸ ἄκρητον ἐπὶ τῆς ἀμίκτου λέγεται
14. ποιότητος. ἀποφήσας οὖν ὁ Ἱπποκράτης, φασὶ,
15. τὰς χολώδεις διαχωρήσεις ἐπὶ τῶν ἀκράτων, ὅπερ ἐστὶν
16. ἀμίκτους καὶ οἷον ἄκρας κατὰ μίαν ποιότητα, δῆλός ἐστι
17. τὰς ὑδατώδεις λέγων, αἵπερ ἄπεπτοί εἰσι καὶ διὰ τοῦτο
18. χρόνου δέονται πρὸς τὴν πέψιν, ἐν ᾧ καὶ αἱ ἀποστάσεις
1. γίνονται. τὰ μὲν γὰρ ὀξέα δι’ ἐκκρίσεων μᾶλλον εἴωθε κρίνεσθαι,
2. τὰ δὲ χρονίζοντα δι’ ἀποστάσεως. ἀλλὰ περὶ μὲν
3. τῆς ἐν ταῖς εἰρημέναις γραφαῖς διαφορᾶς ἔνεστί σοι καὶ
4. αὖθις ἐπισκέψασθαι κατὰ πολλὴν σχολήν. ἐν δὲ τῷ παρόντι
5. τὴν ὅλην τοῦ λόγου σύνοψιν, ὡς εἰς τὰ τῆς τέχνης ἔργα
6. λαβεῖν ἐξ αὐτῆς τὸ χρησιμώτατον, ἐγώ σοι δίειμι. πρόκειται
7. μὲν οὖν αὐτῷ τεκμήρασθαί τι περὶ τῶν εἰς ἀπόστασιν
8. ὁρμησάντων νοσημάτων. εἶναι δὲ ταῦτα χρὴ πάντως μὲν ἐξ
9. ὠμῶν καὶ παχέων χυμῶν, οὐ μὴν ὀλεθρίων γε. τὰ γὰρ
10. τοιαῦτα χρονίζοντα ποιεῖσθαι δεῖ τὰς ἀποστάσεις, εἴ γε μὴ
11. κατὰ σύμπεψιν, οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ὑφ’ Ἱπποκράτους
12. ἡ λύσις αὐτῶν γενέσθαι φθάσει. γνώρισμα δέ σοι
13. τῆς πέψεως ἔσται τὸ οὖρον αὐτό τε πολὺ γινόμενον, ὑπόστασίν
14. τε πολλὴν ἔχον. ᾧ δ’ ὑπόστασίς ἐστι πολλὴ, τοῦτο πάντως
15. ἐστὶ καὶ αὐτὸ παχύτερον τοῦ κατὰ φύσιν. εἰκότως οὖν ἐγένετο
16. διττὴ γραφὴ κατὰ λέξιν, ἐνίων μὲν οὕτω γραψάντων, μηδ’
17. οὖρον πολύ τε καὶ παχὺ καὶ ὑπόστασιν ἔχον πολλὴν, ἐνίων
18. δὲ μηδ’ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν πολλὴν ἔχον.