2. Γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἶσιν ἂν περὶ τὰ
3. ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγίνηται, αἱ δὲ ἄνω οἶσιν
4. ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ·
5. δύσπνοον δέ τινα χρόνον γενόμενον παύσηται ἄτερ
6. φανερῆς προφάσιος ἄλλης.
8. Προφάσεις εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης τὰς φανερὰς
9. αἰτίας. ὅταν οὖν ἐξαίφνης γενομένη δύσπνοια κατὰ τὰς
10. προειρημένας διαθέσεις ἐξαίφνης πάλιν παύσηται καὶ τὸ
11. γενέσθαι καὶ τὸ παύσασθαι χωρὶς φανερᾶς αἰτίας ἔχουσα,
12. τὴν ἐπὶ κεφαλὴν ῥοπὴν ἐνδείκνυται τῶν χυμῶν, ὥσπερ πάλιν
13. τὴν ἐπὶ τὰ κάτω θερμασία τις ἐν τοῖς ὑποχονδρίοις
14. ἐπιφανής. οὐ γὰρ δὴ τὸν χυμόν γε τὸν φλεγματικὸν ἡγεῖσθαι
15. χρὴ νῦν ὑπ’ αὐτοῦ λέγεσθαι, κατὰ τὴν λέξιν ἐν ᾗ
16. φησιν, οἶς δ’ ἂν κατὰ τὸ ὑποχόνδριον τοῦ φλέγματος ἐγγίνηται.
17. πολλῷ γὰρ ἄμεινον ἀκούειν ἐπὶ τῆς παρὰ φύσιν
18. θερμασίας τῆς φλογώδους εἰρῆσθαι τὸ φλέγμα. γίνεται δὲ
1. αὕτη δι’ ἐρυσίπελας ἢ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν.
2. εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον.
3. ἡ δ’ ἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆς προειρημένης
4. δυσπνοίας δηλουμένη τὴν ἀπόστασιν γενήσεσθαι ἄνω
5. προσδέχου.