Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.67, ed. Kühn, 1830, vol. 18b, p. 215-218. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.67


8. Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπνευμονίῃσι
9. τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες
10. μὲν πᾶσαι· ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ
11. ἤδη ἐόντος γινόμεναι. εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίνοιτο,
12. τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γινομένου καὶ
13. ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος
14. περιγίνοιτο καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα ἂν παύσαιτο.
15. ἢν δὲ τὸ πτύελον μὴ ἐκχωρέῃ καλῶς, μηδὲ τὸ
16. οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν
17. γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πράγματα παρασχεῖν.

1. Ἐπὶ τῶν ἰσχυρῶν περιπνευμονιῶν ἀποστάσεις ἐς τὰ
2. σκέλη γίνεσθαι πάντως μὲν ἀγαθόν ἐστιν, εἴ γε δὴ παντὸς
3. μᾶλλον ἀληθὲς ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν
4. ὑπὲρ τῶν ἀγαθῶν ἀποστάσεων εἰρημένον, ὡς ἄρισται
5. πασῶν εἰσιν αἱ μάλιστα κάτω καὶ ποῤῥωτάτω τῆς
6. νόσου, μᾶλλον δὲ ὅταν ἅμα πέψει γίνωνται. καὶ γὰρ καὶ
7. τοῦτ’ ἐπῄνεσεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ
8. ταχύτητα κρίσιος ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν.
9. ἐνδείκνυται δὲ τὴν πέψιν ἥ τε μεταβολὴ τοῦ πτυέλου καὶ
10. ἡ κένωσις ἄλυπός τε καὶ δαψιλὴς γινομένη. τοῦτο γὰρ ἐδήλωσεν
11. εἰπών· ἔτι τοῦ πτυέλου ἐκχωρέοντος ἔξω, εἰ δὲ καὶ
12. χωρὶς τοῦ πεφθῆναι τὴν νόσον, ἀπόστασις ἐς τὰ
13. σκέλη γένοιτο, ῥύσαιτο μὲν ἂν καὶ οὑτωσὶ ἐκ τοῦ κατὰ τὴν
14. περιπνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον
15. εἰς ὃ κατέσκηψε, δυσίατον ἕξει τὸ ἀπόσκημμα καὶ
16. τάχ’ ἂν ἐνίοτε χωλωθείη κατὰ τοῦτο ὁ ἄνθρωπος. εἴρηται
17. δ’ αὐτῷ πάλιν ἐνταυθοῖ οὐχ ἓν τῆς ἀπεψίας σημεῖον, ὥσπερ
18. τῆς πέψεως, ἀλλὰ προσέθηκε τοῖς πτύσμασι καὶ τὴν ἀπὸ
1. τῶν οὔρων διάγνωσιν. ἐπ’ αὐτῶν γε μὴν τῶν κακοήθων
2. πτυσμάτων οὐκέτι προσέθηκε τὸ μὴ πεπέφθαι, καίτοι γε
3. ἀντέκειτο τοῦτο τῷ πεπαίνεσθαι· μόνῳ δ’ ἠρκέσθη τῷ μὴ
4. ἐκχωρεῖν, ἱκανὸν εἶναι γνώρισμα αὐτὸ τῆς κακοηθείας τοῦ
5. νοσήματος ὑπολαβὼν, ὡς τό γε πτύεσθαι μόνον ἢ πέττεσθαι
6. μόνον οὐδέτερον ἱκανόν. ὅτι καὶ πτύεται πολλάκις
7. αὐτάρκως ἔτι ἀπέπτου τοῦ νοσήματος ὄντος, καὶ πέττεται
8. μὲν ἐνίοτε τὸ νόσημα, πτύεται δ’ οὐκ αὐτάρκως τὸ πτύελον·
9. ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς κινούσης τὸν θώρακα δυνάμεως,
10. ἐνίοτε δὲ διὰ πάχος ἢ γλισχρότητα τοῦ πτυέλου,
11. καὶ ποτὲ δι’ ἀμφότερα συνελθόντα, τήν τε τῆς δυνάμεως
12. ἀῤῥωστίαν καὶ τοῦ πύου τὴν ποιότητα. χρὴ τοίνυν καὶ πεπέφθαι
13. τὸ νόσημα καὶ πτύεσθαι καλῶς τὰ πτύελα κατὰ
14. τὰς ὑγιάζεσθαι μελλούσας διαθέσεις. κατὰ μέντοι τὰς ἐναντίας
15. ἱκανὸν γνώρισμα καὶ τὸ μὴ πτύεσθαι μόνον. ἐκ περιουσίας
16. δ’ ἂν ἐν αὐταῖς ταύταις ἡ διάγνωσις γένοιτο τῆς
17. κακοηθείας τοῦ νοσήματος, εἰ σὺν τῷ μὴ πτύεσθαι καλῶς
18. μηδὲ κενοῦσθαι τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα, προσείη
1. τινὰ καὶ τῆς ἀπεψίας τοῦ χυμοῦ γνωρίσματα. πρόδηλον γὰρ
2. ὅτι χαλεπωτέρα μέν ἐστιν ἡ διάθεσις, ἐφ’ ἦς οὔτε πτύουσιν
3. ἥ τ’ ἀπεψία διαμένει· μετριωτέρα δὲ καθ’ ὦν πέττεται
4. μὲν, οὐχ ἱκανῶς δ’ ἀποπτύουσιν οὐδὲ καθαίρονται τελέως.
5. ὅτι δ’ εἰς ἄρθρα μάλιστα τὰς ἀποστάσεις γίνεσθαι
6. συμβέβηκεν, ὅπερ κἀν ταῖς ἐπιδημίαις ἔγραψεν, ἐδήλωσε
7. κἀνταῦθα κατὰ τὸ πάρεργον εἰπὼν, κίνδυνος γενέσθαι χωλὸν
8. τὸ ἄρθρον. αἰτία δὲ τῶν τοιούτων ἀποστάσεων ἡ εὐρυχωρία
9. τῶν ἄρθρων ἐστὶν, ὑποδεχομένη τὰ κατασκήπτοντα
10. ῥεύματα. δύναται δέ τι καὶ ἡ κίνησις αὐτῶν συντελεῖν.
11. πρὸς γὰρ τὰ κινούμενά τε καὶ θερμαινόμενα ῥᾷον ἀφικνοῦνται
12. πάντες οἱ χυμοί.

Cliquer un n° de page pour en afficher l’image