15. Ἤν δ’ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἰ ἀποστάσιες τοῦ
16. πτυέλου μὴ ἐκχωρέοντος, τοῦ τε πυρετοῦ ἔχοντος, δεινόν·
17. κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος.
1. Τὸ ἀφανισθῆναί τινα τῶν παρὰ φύσιν ὄγκων εἰπεῖν
2. οὐ ταὐτὸν σημαίνει τῷ παύσασθαι φάναι. γενικώτερον μὲν
3. γάρ τι δηλοῖ τὸ παύσασθαι, τὸ δὲ ἀφανισθῆναι τοῦ διὰ
4. τάχεος παύσασθαι καὶ οἶον ἐξαίφνης, ἐστὶ δηλωτικόν. ἐνίοτε
5. μὲν οὖν γίνεται τοῦτο διὰ λεπτότητα χυμοῦ καὶ ἀραιότητα
6. μορίου καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμότητα καὶ τὴν
7. ἰσχὺν τοῦ προσαχθέντος φαρμάκου καὶ τῆς τοῦ κάμνοντος
8. δυνάμεως τὴν ῥώμην. ἐὰν γὰρ ἅμα πάντα συνέλθοι τὰ εἰρημένα,
9. διαφορηθήσεται ταχέως ὁ παρὰ φύσιν ὄγκος. ὡς
10. τὰ πολλὰ δὲ τὸ ἀφανίζεσθαι τὰ τοιαῦτα εἴωθε συμβαίνειν
11. μεταῤῥεόντων τῶν ἐργαζομένων αὐτὰ χυμῶν ἤτοι γε εἰς
12. τοὺς αὐτοὺς τόπους ὅθεν ὥρμησαν, ὅπερ ἰδίως ὁ Ἱπποκράτης
13. ὀνομάζει παλινδρομεῖν, ἢ καί τινας ἄλλους ἐν τῷ
14. βάθει τοῦ σώματος ὄντας. ὡς οὖν ὑπὸ τῶν ἐναντιωτάτων
15. αἰτίων τὸ ἀφανίζεσθαι τοὺς παρὰ φύσιν ὄγκους γινόμενος,
16. ἐναντιωτάτην ἔχει καὶ τὴν τελευτήν. ἤτοι γε ἀπαλλαγὴν
17. ταχίστην ἐνδεικνύμενον τῶν λυπούντων ἢ χειρίστην διάθεσιν
18. ἐπανερχομένων αὐτῶν ἐπὶ τὰ κύρια μέρη. ταῦτα μὲν
1. οὖν κοινὰ πασῶν ἀποστάσεων. ὁ διορισμὸς δὲ κοινὸς μὲν
2. καὶ αὐτός ἐστι τῶν ἀφανιζομένων, ἐπισκέπτεσθαι δὲ χρὴ
3. τἄλλα σημεῖα καὶ μάλιστα τὰ τῶν πεπονθότων μορίων οἰκεῖα.
4. νυνὶ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ὁ ἴδιος εἴρηται διορισμὸς
5. πρὸς Ἱπποκράτους ἐχόμενος δηλονότι τῶν κοινῶν.
6. ἔφη γοῦν οὕτως, ἢν δὲ ἀφανίζωνται αἱ ἀποστάσιες τοῦ πτυέλου
7. μὴ ἐκχωρέοντος τοῦ πυρετοῦ τε ἔχοντος, δεινόν. δῆλον
8. γὰρ ὅτι εἰς τὸ βάθος ἀπεχώρησαν εἰς τόπους κυρίους, ὡς
9. εἴ γε διεφορήθησαν, οὔτ’ ἂν ἐπύρεττον ἔτι καὶ ῥᾳδίως
10. ἔπτυον. εὔλογον οὖν ἐστιν ἐπὶ τὸν πνεύμονα τούτοις πᾶν
11. ὑποχωρῆσαι τὸ ῥεῦμα, διὸ καὶ παραφρονεῖν αὐτοὺς εἰκός
12. ἐστιν, ἐπεὶ καὶ τοῦτο ἕν τι τῶν ἐπὶ πνεύμονι τὰ τοιαῦτα
13. πάθη πάσχοντι συμβαινόντων ἐστίν. ὅτι δὲ δυσπνοοῦντες
14. τεθνήξονται παρέλιπεν εἰπεῖν, εἰδὼς αὐτὸ νοηθησόμενον ἡμῖν
15. ἐκ τῶν προειρημένων.