2. Τῶν δ’ ἐμπύων τῶν ἐκ τῶν περιπνευμονικῶν νουσημάτων
3. οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται, ἐκ δὲ τῶν
4. ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι.
6. Γεραιτέρους οὐχ ἁπλῶς τοὺς γέροντας, ἀλλὰ παραβλητικῶς
7. ἢ συγκριτικῶς ἢ ὅπως ἄν τῳ φίλον ὀνομάζειν ἀκουστέον
8. ἐστὶν ὡς πρὸς νέους. οἱ μὲν γὰρ ἤδη προήκοντες
9. ἱκανῶς κατὰ τὴν ἡλικίαν οὐδὲ ἐξ ἑνὸς νοσήματος μᾶλλον
10. τῶν νεωτέρων διασώζονται. τοὺς δὲ μεταξὺ τούτων τε καὶ
11. τῶν ἀκμαζόντων, οἵπερ εἰσὶν οἱ μεσαιπόλιοί τε καὶ ὠμογέροντες
12. ὀνομαζόμενοι, διασωζομένους ἐστὶν ἰδεῖν ἐνίοτε μᾶλλον
13. τῶν ἀκμαζόντων, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν
14. ἐπί τε τῶν ἐν τοῖς ὠσὶ φλεγμονωδῶν διαθέσεων καὶ νῦν ἐπὶ
15. τῶν ἐκπεριπνευμονίας ἐμπύων. ἐν μὲν γὰρ τούτοις, ἐπειδὴ
16. διὰ τὸ πτύειν ἡ ἴασίς ἐστιν ἰσχυρᾶς δυνάμεως δεομένη, διὰ
17. τοῦτο μᾶλλον οἱ νεώτεροι τῶν πρεσβυτέρων διασώζονται.
1. κατὰ δὲ τὰ ἄλλα συμβαίνει φθάνειν ἀποθανεῖν τοὺς νεωτέρους
2. ἐπὶ τοῖς πόνοις τε καὶ πυρετοῖς, ὅπερ αὐτὸς εἶπεν ἐπὶ
3. τῶν ὤτων. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον
4. αὐτοῖσιν ἐπιγίνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυηθέντα.
5. οἱ δὲ νεώτεροι, φησὶ, πρὶν ἐκπυηθῆναι τὸ οὖς οἱ
6. πολλοὶ ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥυῇ πῦον ἐκ τοῦ ὠτὸς, ἐλπὶς
7. περιγενέσθαι. κἀπὶ τῶν ἄλλων οὖν ἐμπυημάτων κατ’
8. αὐτὸν τὸν τοῦ διαπυΐσκεσθαι χρόνον οἱ νεώτεροι φθάνουσιν
9. ἀποθνήσκειν ὑπὸ μεγέθους τῶν πυρετῶν καὶ τῆς ὀδύνης.