2. Εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο τό τε ἄλλο σῶμα καὶ
3. τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερόν ἐστιν.
5. Ἐπιχειροῦντι κινεῖσθαι τὰς κατὰ προαίρεσιν ἐνεργείας
6. ἡ τῶν μορίων βαρύτης καταφανὴς γίνεται, σκελῶν μὲν ἐν
7. τῷ διανίστασθαι καὶ βαδίζειν ἢ καὶ μεταφέρειν ὅλως αὐτὰ
8. πειρᾶσθαι κατακείμενον, οὕτω δὲ καὶ χειρῶν ἐν τῷ λαμβάνειν
9. τι καὶ μεθιέναι καὶ μεταφέρειν ἐπιχειρεῖν, ὡσαύτως
10. καὶ τῶν κατὰ τράχηλον καὶ ῥάχιν ἐν τῷ μετασχηματίζειν
11. ἐπιχειρεῖν τὸ σῶμα κατὰ ταῦτα τὰ μόρια. καὶ μέγιστόν γε
12. τοῦτ’ ἔστι καὶ κυριώτατον ἀῤῥωστίας δυνάμεως σημεῖον ἡ
13. βαρύτης τῶν μορίων οὐ πάσης, ὡς εἴρηται πρόσθεν, ἀλλὰ
14. τῆς κατὰ μόνα τὰ νεῦρα καὶ τοὺς μῦς.