Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.70, ed. Kühn, 1830, vol. 18b, p. 222-224. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.70


12. Αἱ δὲ ξὺν πυρετῷ γενόμεναι ὀδύναι περὶ τὴν ὀσφύν
13. τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ
14. κάτω ἐκλείπουσαι ὀλέθριαι κάρτα. προσέχειν οὖν δεῖ τὸν
15. νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων
16. σημείων πονηρὸν ἐπιφαίνηται, ἀνέλπιστος ὁ ἄνθρωπος.
17. ὁκόσοι δὲ τῶν ἐμπύων καίονται, οἷσιν ἂν μὲν καθαρὸν
18. τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ
1. ὕφαιμόν τε καὶ βορβορῶδες ἀπόλλυνται. εἰ δὲ ἀναΐσσοντος
2. τοῦ νοσήματος ὡς πρὸς τὰς φρένας τἄλλα σημεῖα
3. μὴ πονηρὰ ἐπιγίνηται, ἔμπυον ἔσεσθαι πολλαὶ ἐλπίδες
4. τοῦτον.

6. Τὸ τῶν φρενῶν ἅπτεσθαι τινὲς μὲν ἐπὶ τοῦ παραφρονεῖν
7. ἤκουσαν, ὡς εἰ καὶ οὕτως εἶπεν· αἱ δὲ ξὺν πυρετῷ
8. ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία,
9. ἐὰν ἐπαναβᾶσαι παραφροσύνην ἐργάζωνται χαλεπαί. τινὲς
10. δ’ ἄμεινον τούτων τὸ μόριον τοῦ σώματος φρένας εἰρῆσθαί
11. φασιν, ὃ δὴ καὶ διάφραγμα προσαγορεύεται. μαρτύριον
12. δὲ τῆς ἀληθείας τοῦ λόγου τὸ κατὰ τὴν τελευτὴν τοῦ
13. λόγου εἰρημένον, ἔνθα φησὶν, ἔμπυον γενέσθαι πολλαὶ ἐλπίδες
14. τοῦτον. βούλεται γὰρ ἀνελθόντος τοῦ νοσήματος
15. ἐπὶ τὸν θώρακα, δυοῖν θάτερον ἢ εὐθέως ἀπολέσθαι
16. τὸν ἄνθρωπον ἢ εἰ εἰς τὰ βέλτιστα προάγοι, πάντως γοῦν
17. ἔμπυον ἔσεσθαι· διορίζεται δὲ ταῦτα τοῖς ἄλλοις σημείοις.
1. εἰ μὲν γὰρ εἴη μὴ πονηρὰ, γένοιτο ἂν ἔμπυος· εἰ δὲ καί τι
2. μοχθηρὸν ἐπιφανείη, τεθνήξεται πάντως.

Cliquer un n° de page pour en afficher l’image