5. Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς
6. καὶ ὀλέθριοι, ὀλεθριώταται δὲ ὁκόσαι ξὺν πυρετῷ συνεχεῖ
7. γίνονται. καὶ γὰρ οἱ ἀπ’ αὐτέων τῶν κύστεων πόνοι
8. ἱκανοὶ ἀποκτεῖναι. καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐπὶ
9. τῶν τοιούτων καὶ ἐν τουτέῳ χρόνῳ εἰ μὴ σκληρόν τι καὶ
10. πρὸς ἀνάγκην.
12. Εἴρηταί μοι πολλάκις ὡς τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ
13. τῆς φλογώσεως ὁ Ἱπποκράτης ἐπιφέρει, λόγῳ δηλῶν ἣν ὁ
14. Ἐρασίστρατός τε καὶ οἱ μετ’ αὐτὸν ὀνομάζουσι μιᾷ προσηγορίᾳ
15. φλεγμονὴν, ὥσπερ ἀμέλει καὶ νῦν εἶπε, κύστιες δὲ
16. σκληραὶ καὶ ἐπώδυνοι. διὰ τί δὲ τὰς τοιαύτας ἔφη χαλεπὰς
17. εἶναι διαθέσεις καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ὀξὺς ᾖ,
18. σαφῶς αὐτὸς ἐδήλωσε τό τε μέγεθος αἰτιασάμενος τῶν πόνων
1. καὶ τὴν τῶν διαχωρημάτων καὶ τῶν οὔρων ἐπίσχεσιν.
2. ἐπέχεται δὲ διὰ τὴν στενοχωρίαν τοῦ ἀπευθυσμένου καὶ τὴν
3. ὀδύνην τῆς κύστεως. ἀφίστανται γὰρ οἱ κάμνοντες τῆς ἐνεργείας,
4. ὅταν εὐθέως ἀρχομένης αὐτῆς ὀδυνᾶσθαι συμβῇ, καὶ
5. τοῦτο κοινὸν ἁπάντων τῶν πόνων ἐστί. τό γε μὴν ὀδυνᾶσθαι
6. ποτὲ μὲν αὐτῶν τῶν ἐνεργούντων ὀργάνων φλεγμαινόντων,
7. ἐνίοτε δὲ τῶν συνεχῶν αὐτοῖς γίνεται. οὕτω γοῦν
8. ἀναπνέοντες ἀλγοῦσιν ἐπὶ φλεγμονῇ σπληνὸς ἢ γαστρὸς ἢ
9. ἥπατός τε καὶ τῶν ἐν ὑποχονδρίῳ μυῶν, καὶ διὰ τοῦτο
10. ἀναγκάζονται δυσπνοεῖν εἴδει δυσπνοίας ἐκείνῳ, καθ’ ὃ μικρὸν
11. καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. εἴρηται δὲ καὶ ταύτης
12. τῆς δυσπνοίας, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἑκάστης ἡ αἰτία
13. κατὰ τὸ περὶ τῆς δυσπνοίας πρῶτον.