Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.73, ed. Kühn, 1830, vol. 18b, p. 226-227. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.73


7. Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη μήτε ἡ κύστις μαλθάσσοιτο,
8. ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι
9. τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι.

11. Τὸ μὲν μήτε τὴν κύστιν μαλαχθῆναι καὶ τὸν
12. πυρετὸν διαμένειν εὔδηλον· τὸ δὲ οὖρον μηδὲν ἐνδοῦναι
13. τῶν ἀσαφῶς εἰρημένων ἐστίν. εἴωθε γὰρ ἐπί τε τῶν διαθέσεων
14. καὶ τῶν συμπτωμάτων φέρειν τοὔνομα, καθάπερ
15. καὶ οἱ ἄλλοι πάντες οἱ μετ’ αὐτὸν ἐνδοῦναι τὴν φλεγμονὴν
16. καὶ τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὴν τάσιν καὶ τὴν
17. ὀδύνην λέγοντες. οὐ μὴν τό γε οὖρον ἐνδοῦναί τις εἶπεν.
18. ἴσως οὖν ἀπὸ τῶν προειρημένων ὁ Ἱπποκράτης μετήνεγκε
1. τὴν προσηγορίαν ἐπὶ τὸ οὖρον, ἵνα τὴν ἐπὶ τὸ βέλτιον αὐτοῦ
2. μετάστασιν οὕτως ἀκούσωμεν. ὅπερ εἰ συγχωρηθείη
3. καὶ τὴν ἐξ ἐπισχέσεως κένωσιν εἰρῆσθαι πρὸς αὐτοῦ δυνατόν
4. ἐστιν, ἵνα συνεπινοήσωμεν ἐπὶ τῆς φλεγμαινούσης κύστεως
5. ἐπίσχεσθαι τὸ οὖρον. εἴωθε γὰρ καὶ τοῦτο ἐνίοτε
6. συμβαίνειν, ὁπότε καὶ δεινῶς ὀλέθριόν ἐστι τὸ νόσημα καὶ
7. σπανίως ἐξ αὐτοῦ διασώζονται. αὕτη μὲν ἡ γραφὴ τῆς ῥήσεως
8. ἐν ἄλλοις τέ τισίν ἐστι καὶ τοῖς κατὰ τὸν Ἀρτεμίδωρόν
9. τε καὶ Διοσκουρίδην ἀντιγράφοις. ἐν ἑτέροις δὲ ἡ λέξις οὕτως
10. ἔχει· ἢν δὲ μήτε οὖρον ᾖ μηδὲν μήτ’ ἐνδιδοίη ὁ πόνος, ὥστε
11. μηδὲν ἔχειν ζήτημα μηδ’ ἀμφίβολον εἶναι τὸ λεγόμενον.

Cliquer un n° de page pour en afficher l’image