14. Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων,
15. ἕως ἂν ἐς τὰ πεντεκαιδεκαταῖα γένωνται.
17. Διὰ τὰς ἀκαίρους τε καὶ πολλὰς ἐδωδὰς ἀθροίζεται
18. πλεῖστος ὁ καλούμενος ὠμὸς χυμὸς ἐν τοῖς τῶν παίδων σώμασιν.
1. οὗτος οὖν διὰ τῶν νεφρῶν ἐκκαθαιρόμενος ὁσημέραι
2. καὶ μέντοι καὶ διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ἀθροιζόμενος
3. ἐνίοτε μὲν λίθους ἐν αὐτῇ γεννᾶσθαι ποιεῖ, πολλάκις
4. δὲ καὶ φλεγμονὰς, ὅταν ποτὲ ἡ κύστις τύχῃ σφοδρότερον
5. ὑπὸ τῆς συνεχοῦς τῶν τοιούτων χυμῶν διεξόδου
6. κακωθεῖσα.