17. Εἰ δὲ καὶ πρὸς τῷ βάρει οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ
18. γίνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα.
1. Δέδεικται μὲν δι’ ἑτέρων ἡμῖν ὅπως ἀλλήλαις αἱ διοικοῦσαι
2. τὸ ζῶον δυνάμεις συναπόλλυνται καὶ ὡς ἄχρις οὗ
3. ἡτισοῦν αὐτῶν διασώζεται, ζῇ πάντως ὁ ἄνθρωπος. εἰρηκὼς
4. οὖν ὁ Ἱπποκράτης γνωρίσματα τῆς καταλυομένης δυνάμεως,
5. ὑφ’ ἧς οἱ μύες κινοῦνται, νῦν αὐτοῖς προστίθησιν
6. ἑτέρας δυνάμεως σβεννυμένης ἴδια γνωρίσματα. τὸ γὰρ πελιδνοῦσθαι
7. σημεῖον τοῦ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν,
8. ἥτις ἀπὸ καρδίας ὁρμᾶται. διὰ τοῦτο τοιγαροῦν οὐχ ἁπλῶς
9. θάνατον ἔφησε δηλοῦν τὴν πελιδνότητα προσγινομένην τῷ
10. βάρει τοῦ σώματος, ἀλλὰ παραχρῆμα καὶ οὐκ εἰς ἀναβολὴν
11. ἔσεσθαι τοῦτο, ἐπειδὴ τῶν δυνάμεων ἀμφοτέρων νεκρουμένων
12. φαίνεται τὰ γνωρίσματα.