Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.1, ed. Kühn, 1830, vol. 18b, p. 229-236. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.1

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ

ΥΠΟΜΝΗΜΑ Γ.


2. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν
3. ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι
4. καὶ ἐξ ὧν ἀπόλλυνται.

6. Δύο πραγματείας ἔχετε, πρὸς ὑμᾶς γὰρ λέγω τοῦτο τοὺς
7. ἑταίρους, ὅσοι κατηναγκάσατέ με μὴ προῃρημένον ἐξηγήσεις
8. γράψαι τῶν Ἱπποκράτους συγγραμμάτων, ἐν αἷς ἅπαντα περί
1. τε κρισίμων ἡμερῶν εἴρηται καὶ κρίσεων. ἴστε δὲ ὅτι καὶ
2. αὐτὰς οὐκ ἐκδοθησομένας, ἀλλ’ ὥσπερ ὑμῖν μόνοις ἐσομένας
3. ἔγραψα. συνέβη δ’ ἐκπεσεῖν αὐτὰς καὶ παρὰ πολλοῖς εἶναι,
4. καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἡμῖν γεγραμμένων. ὅθεν οὐδ’
5. ἐξηγεῖσθαι προῃρούμην ἐν ὑπομνήμασιν οὐδὲν τῶν Ἱπποκράτους
6. βιβλίων. ὅσα γὰρ εἰς τὴν τέχνην χρήσιμα παρ’
7. αὐτοῦ μαθεῖν ἔδει, γέγραπταί μοι κατὰ πολλὰς πραγματείας
8. ἅμα ταῖς οἰκείαις ἐξηγήσεσιν. ἐπεὶ δ’ ἔνιαι τῶν λέξεων
9. ἀσαφέστερον εἰρημέναι μοχθηρᾶς ἐξηγήσεως ἔτυχον, ὡς ἀρέσκειν
10. ὑμῖν μηδένα τῶν γραψάντων ὑπομνήματα, βέλτιον δὲ
11. αὐτῶν στοχάζεσθαι τῆς Ἱπποκράτους γνώμης ἐδόκουν ὑμῖν
12. ἐγὼ, διὰ τοῦτό με καὶ διὰ γραμμάτων ἠξιώσατε παρασχεῖν
13. ὑμῖν ἅπερ ἐν ταῖς διὰ λόγων συνουσίαις ἠκούσατε. τοῦτ’
14. αὐτὸ κἀγὼ προεῖπον ὑμῖν, ὡς ἀναγκαῖον ἔσται τὰς ἐξηγήσεις
15. ἀνωμάλους ἔσεσθαι ἤτοι μὴ πάσας ὁμοίως ἐξηγουμένου μου
16. τὰς λέξεις, ἀλλὰ τελεώτερον μὲν, ὑπὲρ ὧν οὐδαμόθι τῶν
17. ἐμῶν πραγματειῶν ἐμνημόνευσα. διὰ κεφαλαίων δὲ περὶ
18. ὧν ἤδη τελέως ἐν ἐκείναις διῆλθον, ἵνα μὴ πολλάκις ὑπὲρ
1. τῶν αὐτῶν πραγμάτων ἀναγκαζώμεθα γράφειν. ἐπεὶ τοίνυν
2. ἅπαντα τὸν περὶ κρισίμων ἡμερῶν λόγον, ὡσαύτως δὲ καὶ
3. τὸν περὶ κρίσεων τρισί τισι πραγματείαις διῆλθον, ἐνταυθοῖ
4. μόνα τὰ κεφάλαια τῶν ἐκεῖ γεγραμμένων ἀναμνήσω τὴν
5. ἀρχὴν ἐνθένδε ποιησάμενος. ἡ γὰρ κατὰ τὰ νοσήματα κρίσις
6. ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις μετενήνεκται,
7. σημαίνουσα τὴν ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν γινομένην
8. κατὰ τέτταρας τρόπους. ἢ γὰρ ἀπαλλάττονται τῶν νοσημάτων
9. εὐθέως ἢ μεγάλην μεταβολὴν ἐπὶ τὸ βέλτιον ἴσχουσιν
10. ἢ ἀποθνήσκουσιν εὐθέως ἢ χείρους γίνονται πολλῷ. τὰς
11. μὲν οὖν πρώτας δύο κρίσεις ἁπλῶς ὀνομάζουσι κρίσεις, τὰς
12. δὲ δευτέρας δύο τὰ πολλὰ μὲν ἅμα προσθήκῃ κακὴν κρίσιν
13. ἢ μοχθηρὰν κρίσιν ἥ τι τοιοῦτον τῷ τῆς κρίσεως ὀνόματι
14. προστιθέντες, ἔστιν ὅτε δὲ καὶ χωρὶς προσθήκης
15. ἁπλῶς. ἐμάθετε δὲ καὶ ὡς αἱ κρίσεις ἅπασαι μετά τινος
16. φανερᾶς γίνονται κενώσεως ἢ ἀποστάσεως. ἐν γὰρ τῷ σπανίῳ
17. παιδία μόνα δι’ ὕπνων βαθέων καὶ μακρῶν ὀξείας
18. ἐποιήσαντο μεταβολὰς ὡς ἐπὶ τὸ βέλτιον, ἃς ἔνιοι μὲν
1. ἀξιοῦσι καὶ αὐτὰς ὀνομάζειν κρίσεις, ἔνιοι δὲ οὐ συγχωροῦσιν,
2. ἡμέρας δὲ κρισίμους καλοῦσιν, ἐν αἷς αἱ τοιαῦται μεταβολαὶ
3. πισταί τε ἅμα καὶ πλεῖσται γίνονται. κατὰ γὰρ
4. τὰς ἄλλας ἡμέρας οὕτε πιστὰς ὁρῶμεν γινομένας τὰς κρίσεις
5. οὔτε πολλάς. κατενόησε δ’ οὐ πρῶτος μόνον, ἀλλὰ καὶ
6. μάλιστα τὴν τῶν κρισίμων ἡμερῶν φύσιν ὁ θαυμάσιος Ἱπποκράτης
7. ἐνεδείξατό τε τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, ἣν
8. καὶ ἡμεῖς ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ
9. διήλθομεν, ἰσχυροτέραν μὲν ἐπιδεικνύντες εἶναι περίοδον
10. ἡμερῶν κρισίμων τὴν ἑβδόμην, δευτέραν δὲ τῇ δυνάμει
11. τὴν τετράδα γινομένην ἐκ τοῦ δίχα τμηθῆναι τὴν ἑβδόμην,
12. σημαίνεσθαι δὲ τὰς μελλούσας ἔσεσθαι κρίσεις ἐν ταῖς ἑβδομαδικαῖς
13. περιόδοις ὑπὸ τῶν τετράδων. τὴν μὲν γὰρ τετάρτην
14. ἡμέραν τῆς ἑβδόμης εἶναι δηλωτικὴν, τὴν ἑνδεκάτην
15. δὲ τῆς τεσσαρεσκαιδεκάτης· ὀνομάζει δ’ αὐτὰς ὁ Ἱπποκράτης
16. ἐπιδήλους καὶ θεωρητάς. ἀριθμεῖσθαι δὲ τὰς μὲν ἑβδομάδας
17. τοιῷδε τρόπῳ γε βούλεται, δύο μὲν ἐφεξῆς ἀλλήλων
18. τὰς πρώτας κατὰ διάζευξιν, ἕπεσθαι δ’ αὐταῖς τὴν τρίτην
1. κατὰ συνάφειαν. διάζευξις μὲν οὖν ἐστιν, ὅταν ἐφ’ ἑτέραν
2. ἡμέραν ληξάσης τῆς προτέρας ἑβδομάδος ἡ μετὰ ταύτην
3. ἀφ’ ἑτέρας ἄρξηται. συνάφεια δὲ ὅταν ἡμέρα μία κοινὴ
4. τῶν ἑβδομάδων ἀμφοτέρων γένηται τελευτώσης μὲν εἰς αὐτὴν
5. τῆς προτέρας, ἀρχομένης δὲ τῆς δευτέρας ἀπ’ αὐτῆς
6. καὶ διὰ τοῦτο τὴν εἰκοστὴν ἡμέραν ἐσχάτην εἶναι τῆς τρίτης
7. ἑβδομάδος, ὡς εἴ γε καὶ αὐτὴ κατὰ διάζευξιν ἠριθμεῖτο,
8. τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν, οὐ τὴν εἰκοστὴν ἰσχυροτέραν
9. ἐχρῆν εἶναι, φαίνεται δ’ οὐχ οὕτω γινόμενον. ἡ γὰρ
10. εἰκοστὴ καὶ πλεῖστα καὶ βεβαίως ὁρᾶται κρίνουσα. τριῶν
11. οὖν ἑβδομάδων τὰς εἴκοσιν ἡμέρας συμπληρουσῶν, εἶτα τῆς
12. τετάρτης ἑβδομάδος ἀρχομένης κατὰ τὴν εἰκοστὴν πρώτην
13. ἐκ τῶν ἐφεξῆς τριῶν ἑβδομάδων, εἴκοσιν ἡμερῶν συμπληρουμένων,
14. εἰκότως ὁ Ἱπποκράτης τὴν τεσσαρακοστὴν ἡμέραν,
15. οὐ τὴν τεσσαρακοστὴν δευτέραν κρίσιμον εἶναί φησιν.
16. οὕτως δὲ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ὀγδοηκοστὴν, οὐ τὴν
17. ἑξηκοστὴν τρίτην οὐδὲ τὴν ὀγδοηκοστὴν τετάρτην. αὕτη
18. μὲν οὖν σοι τῶν ἑβδομαδικῶν περιόδων ἡ συναρίθμησις, ἡ 
1. δὲ κατὰ τετράδας ἀκόλουθος τῆσδε. τεμνομένης γὰρ ἑκάστης
2. ἑβδομάδος εἰς τὰς ἐν αὐτῇ δύο τετράδας ἡ τετάρτη
3. μετὰ τὴν εἰσβολὴν τοῦ νοσήματος ἡμέρα τελευτὴ μὲν ἔσται
4. τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας. ἡ δὲ ἐφεξῆς
5. τῇδε τρίτῃ τετρὰς ἀπὸ τῆς ὀγδόης ἡμέρας ἄρξεται, διότι
6. καὶ ἡ δευτέρα τῶν ἑβδομάδων· ὥστε συμβήσεται τὴν ἑνδεκάτην
7. ἡμέραν τελευτὴν μὲν εἶναι τῆς τρίτης τετράδος, ἀρχὴν
8. δὲ τῆς τετάρτης. ἡ δὲ πέμπτη τετρὰς ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης
9. ἡμέρας ἄρξεται, διότι καὶ ἡ τρίτη τῶν ἑβδομάδων.
10. ἀφίξεται τοιγαροῦν εἰς τὴν ἑπτακαιδεκάτην αὐτῆς
11. τὸ τέλος, ἥτις ἐστὶ πάλιν κοινὴ τῶν δύο
12. τετράδων τῆς πέμπτης καὶ τῆς ἕκτης, εἰς ἃς ἡ τρίτη τῶν
13. ἑβδομάδων ἐτμήθη καὶ οὕτως εἰκοστὴ τοῦ νοσήματος ἡμέρα
14. τέλος μὲν τριῶν ἑβδομάδων, ἓξ δὲ τετράδων. αὗται μὲν οὖν
15. αἱ κατὰ περιόδους εἰσὶ κρίσιμοι, παρεμπίπτουσι δὲ αὐταῖς
16. καὶ ἕτεραι κατὰ τὰς ὀξείας νόσους, ὧν τὴν αἰτίαν τῆς
17. παρεμπτώσεως ἐν τοῖς περὶ κρισίμων ἡμερῶν εἶπον. εἰσὶ
18. δὲ αὗται τρίτη καὶ πέμπτη καὶ ἐνάτη. παρεμπίπτει δέ
1. ποτε καὶ ἡ ἕκτη κακὴ κρίσιμος οὖσα, τῷ τε μετὰ συμπτωμάτων
2. ἐνίοτε ποιεῖσθαι τὴν κρίσιν ἐπισφαλῶν, εἴς τε τὴν
3. καλουμένην ὑπέρκρισιν ἐκπίπτειν, καὶ μέντοι καὶ τῷ μὴ τελέως
4. ἀπαλλάττειν τῶν νοσημάτων, ἀλλ’ ἐλλιπῶς ἢ εἴ ποτε
5. καὶ τελέως ὑποστροφὰς πάντως ποιεῖσθαι. εἴρηται δὲ καὶ
6. ταῦτα καὶ ἄλλα πολλὰ ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑφ’
7. ἡμῶν, ἃ σύμπαντα σχεδὸν Ἱπποκράτης ἔγραψεν ἄλλοτε κατ’
8. ἄλλο βιβλίον, ὑπ’ ἐμοῦ δ’ εἰς ἓν ἤθροισται κατὰ τὴν περὶ
9. κρισίμων ἡμερῶν πραγματείαν ἅμα τῷ καὶ διορισθῆναι τὰ
10. μὴ διωρισμένα καὶ τελέως ῥηθῆναι τὰ δοκοῦντα ἐλλιπέστερον
11. ὑφ’ Ἱπποκράτους γεγράφθαι. τῷ μὲν οὖν θέλοντι
12. προγινώσκειν ἀκριβῶς ἀναγνωστέον ἐστὶ τὰς δύο πραγματείας
13. ἐκείνας, τήν τε περὶ κρισίμων ἡμερῶν καὶ τὴν περὶ
14. κρίσεων. ἐν δὲ τῷ παρόντι τὴν λέξιν μόνην ἐξηγήσασθαι
15. πρόκειται τῶν εἰρημένων ὑφ’ Ἱπποκράτους κατὰ τὸ προκείμενον
16. βιβλίον, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ
17. ὧν ἀπόλλυνται. τὸ μὲν ἐξ ὧν ἤτοι τῶν κρίσεων ἢ τῶν
18. ἡμερῶν λέγει καὶ βέλτιον μὴ τῶν ἡμερῶν ἀκούειν, ἀλλὰ τῶν
1. κρίσεων. εἰ γὰρ καὶ ὅτι μάλιστα δυνατόν ἐστι
2. κἀπὶ τῶν ἡμερῶν λέγεσθαι τὸ ἐξ ὧν, ἀλλὰ πρώτως ταῖς
3. κρίσεσιν ὑπάρχει καὶ δι’ ἐκείνας καὶ ταῖς ἡμέραις. τὸ δὲ
4. ἐκ τούτων ἤτοι περιγενέσθαι τὸν ἄνθρωπον ἢ ἀπόλλυσθαι
5. δηλωτικόν ἐστι τοῦ τὴν κρίσιν ὀνομάζειν αὐτὸν ἐπὶ πάσης
6. τῆς ὀξυῤῥόπου μεταβολῆς, οὐ μόνης τῆς ἐπὶ σωτηρίαν.

Cliquer un n° de page pour en afficher l’image