18. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ
19. τῶν τόκων γίνονται.
1. Καθ’ ἣν ἂν ἡμέραν ἀποκυήσῃ, ἡ ἀρχὴ τῆς ἐξαριθμήσεως
2. γινέσθω σοι, μὴ καθ’ ἣν ἤρξατο πυρέττειν. ἐνίαις
3. γοῦν ἤτοι περὶ δευτέραν ἢ τρίτην ἡμέραν ἄρχονται μετὰ
4. τὸν τόκον, ἀφ’ ἧς ἀριθμοῦσιν οἱ πολλοὶ τὴν ἐσομένην κρίσιν.
5. ἔχει δὲ οὐχ οὕτως, ἀλλ’ ἀφ’ ἧς ἀποκυήσει τὴν συναρίθμησιν
6. δεῖ γενέσθαι τῶν ἡμερῶν. ὁπότ’ οὖν ταῦτα ἅπαντα
7. περὶ τῶν κρισίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν ὁ Ἱπποκράτης,
8. ἀναμνῆσαί σε βούλομαι τοῦ πολλάκις ἐν πολλοῖς
9. ὑπ’ ἐμοῦ λεγομένου. τὸ δ’ ἐστὶ τοιοῦτο ὅτι τῶν ζητουμένων
10. ἔνια μηδὲν εἰς τὰ τῆς τέχνης ἔργα συμβαλλόμενα λογικὴν
11. ἔχει τὴν σκέψιν. ἡ μὲν γὰρ χρεία τῆς προγνώσεως
12. ἔστιν ἐν τῷ γνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα,
13. τὸ δὲ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον
14. εἴτε ὀξὺ παρηυξημένον εἴτε κατὰ μετάπτωσιν ὀξὺ, περὶ
15. ὀνομάτων ἐστὶ μᾶλλον ἢ περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ
16. περὶ πραγμάτων ἐθέλοι τις εἶναι τὴν τοιαύτην ζήτησιν, ἀλλ’
17. οὔτι γε περὶ τοιούτων πραγμάτων ἐστὶν, ἐξ οἵων ἄν τις
18. ὁρμώμενος ἢ προγνοίη τὸ γενησόμενον ἢ θεραπεύσειεν ὀρθῶς.
1. ὑποκείσθω γοῦν ἡμῖν προεγνῶσθαι ἀληθῶς τὸν νοσοῦντα
2. κατὰ τὴν εἰκοστὴν ἡμέραν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος·
3. εἶτα γενομένου τοῦ πράγματος ὡς ἠλπίσθη τὸν
4. μέν τινα λέγειν ὀξὺ νόσημα γεγονέναι τἀνθρώπῳ, τινὰ δ’
5. οὐκ ἐπιτρέπειν ὀξὺ προσαγορεύειν αὐτὸ, πέρας γὰρ εἶναι
6. τῶν ὀξέων τὴν ιδ΄ ἡμέραν. εἶθ’ αὑτοὺς πάλιν ἀλλήλοις
7. διαφέρεσθαι, τοῦ μέν τινος, ἐπειδὴ τῶν ὀξέων ἐξέπεσεν
8. ἡ νόσος, ἄντικρυς αὐτὴν ὀνομάζοντος χρονίαν, εἶναι
9. γὰρ οὐδεμίαν ἄλλην τρίτην διαφορὰν ἀπὸ χρόνου ποσότητος
10. ἐν τοῖς νοσήμασιν ὑποληπτέον, ἑτέρου δὲ ἐκ μεταπτώσεως
11. ὀξὺ τὸ τοιοῦτον νόσημα καλοῦντος, ἄλλου δ’ οὐχ ἁπλῶς
12. οὕτως, ἀλλὰ παρηυξημένον ἐπ’ ὀλίγον ὀξὺ καλοῦντος. ἵνα
13. γοῦν τις ἀκούσῃ πρῶτον μὲν ἐκ τίνων πιθανῶν ἕκαστος
14. τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δ’ ἐφεξῆς ὅστις ἄμεινον
15. αὐτῶν ἢ χεῖρον γινώσκει, κατατρίψει μὲν οὐκ ὀλίγον
16. χρόνον, ὀνήσεται δ’ οὐδὲν εἰς τὴν τέχνην. οὕτως δὲ καὶ
17. ὅστις μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοστὴν ἑβδόμην λυθησόμενον
1. τὸ νόσημα, μὴ δύναται δ’ ἀποφαίνεσθαι πότερον
2. ὀξὺ κλητέον ἢ χρόνιον ἢ παρυηξημένον ὀξὺ ἢ ἐκ μεταπτώσεως
3. ὀξὺ, βέβλαπταί τι πρὸς τὴν τέχνην οὐδὲ οὗτος
4. οὐδέν. ἄριστον μὲν γάρ ἐστιν ἐν ταῖς κατὰ χρόνον διαφοραῖς
5. τῶν νοσημάτων τοσοῦτον αὐτῶν ὑπολαμβάνειν εἶναι
6. τὸν ἀριθμὸν, ὅσος περ καὶ τῶν κρινουσῶν περιόδων, ὡς εἶναι
7. τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφόμενον,
8. ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθ’
9. ἑξῆς τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ
10. μετὰ τοῦτον τὸν κατὰ πέμπτην, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ
11. τὴν ἕκτην, ἥτις εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφικνεῖται. μετὰ
12. δὲ ταύτην ἐκλύεσθαι μὲν τὰς τετράδας, ἑβδομαδικὰς δὲ γίνεσθαι
13. κρίσεις. εἶτα καὶ ταύτας ἐκλύεσθαι τοῦ χρόνου
14. προϊόντος, ὡς δι’ εἴκοσιν ἡμερῶν τὰς λύσεις τῶν νοσημάτων
15. ἀποτελεῖσθαι καὶ μετὰ ταῦτα εἰς ἀριθμὸν μεταβαίνειν
16. μηνῶν. δύο γὰρ προθεσμίαι χρόνων εἰσὶ τοῖς νοσήμασιν,
17. ὡς τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια λέγεσθαι. ἀλλ’ ἕνεκα σαφοῦς
18. διδασκαλίας πολλάκις οὕτως ὀνομάζομεν, εἶθ’ ὑπὸ τῶν πραγμάτων
19. αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν ἕτερα
1. τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας
2. διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς
3. ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ
4. πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ
5. τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’
6. αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς
7. τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν
8. αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν
9. ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην
10. ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ
11. τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ
12. πρᾶγμα φαινομένης, ὥστ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν
13. εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην
14. οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ
15. πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται
16. καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ
17. περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ θᾶττον λυθείη,
1. τῆς αὐτῆς προσηγορίας οὐκ ἀξιοῦμεν. αὗται μὲν οὖν αἱ
2. διαφοραὶ καὶ τοσαῦται περὶ τῶν ὀξέων νοσημάτων εἰσὶ τῆς
3. προθεσμίας, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοστὴν ἡμέραν
4. κρισίμων, εἰς πλάτος ἱκανὸν ἐκτεταμένων. κἀκείνων δ’ εὔλογον
5. οἶμαι τὰ μὲν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας προϊόντα
6. κατά τινα διαφορὰν ἰδίαν τίθεσθαι, τὰ δὲ ἀπὸ τούτων
7. ἄχρι μηνῶν ἑπτὰ κατ’ ἄλλην διαφοράν. ὥσπερ γε καὶ
8. τὰ ἐνιαύσια κατ’ ἄλλην αὖ πάλιν καὶ ταῦτα· καὶ
9. πρός γε τούτοις ἔτι τὰς συναριθμήσεις ἐτῶν οὐ μηνῶν
10. ἔχοντα, ὅπερ οὖν ἀεὶ λέγω τὰ μὲν τοιαῦτα παραλειπτέον
11. ἐστὶν, ἀσκητέον δὲ αὐτὸν ἱκανὸν εἶναι προγινώσκειν, ὁπότε
12. λυθήσεται τὸ νόσημα. φαίνεται γοῦν ὁ Ἱπποκράτης
13. ἐφ’ ἑνὸς εἴδους νοσήματος, ὃ καλεῖν εἴωθεν ἐμπύημα, τισὶ
14. μὲν αὐτῶν τὴν εἰκοστὴν ἡμέραν ὅρον τῆς ῥήξεως τιθέμενος,
15. ἐνίοις δὲ τὴν τριακοστὴν ἢ τεσσαρακοστὴν ἢ ἑξηκοστήν·
16. ἐπιτρέψας οὖν τὰς προσηγορίας ἑτέροις ἐπ’ αὐτῶν τίθεσθαι
17. τοῖς περὶ τὰ τοιαῦτα δεινοῖς αὐτὸς σπούδαζε προγινώσκειν
18. εἰς ἥντινα τῶν προειρημένων ἡμερῶν ἡ προθεσμία τῆς
1. ῥήξεως ἀφίξεται. τοῦτο δὲ εὑρήσεις διὰ δυοῖν ὥσπερ ὀργάνων
2. ἐμπειρίας τε καὶ λόγου, τῆς μὲν ἐμπειρίας ἓν καὶ
3. δεύτερον ἐμπύημα διδαξάσης ἐῤῥωγὸς, ἑκάτερον ἰδίᾳ προθεσμίᾳ
4. τοῦ λόγου δὲ γινώσκοντος τήν τε τῆς ὕλης τῶν ἐμπυημάτων
5. οὐσίαν, τό τε δραστικὸν αἴτιον αὐτῆς, τά τε
6. τούτῳ συνεργοῦντα. θεασάμενος γάρ τις τὸ πρῶτον ἐμπύημα
7. κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν, εἰ τύχοι, ῥαγὲν, ὑπὸ
8. τοῦ τοιοῦδε χυμοῦ γεγονὸς, οἷον ὅτι μετρίως ψυχροῦ καὶ
9. καθ’ ὥραν ὡσαύτως μετρίως ψυχρὰν, ἡλικίαν τε καὶ χώραν
10. καὶ φύσιν ὅλου τοῦ σώματος καὶ τοῦ πεπονθότος μορίου
11. καὶ πάλιν ἕτερον θεασάμενος ἑξηκοσταῖον διεῤῥωγὸς, ἐπὶ
12. ψυχροτέροις ἅπασι τοῖς προειρημένοις, εἶτ’ εἰ οὕτως ἔτυχεν
13. εἰκοσταῖον ἐπὶ θερμοτέροις. ἐκ τούτων ὁρμώμενος ἱκανὸς
14. ἔσται περὶ τῶν ἄλλων ἐμπυημάτων στοχάζεσθαι, σκοποῖς
15. μὲν χρώμενος τοῖς ἐμπείρως ὁραθεῖσι, παραβάλλων δὲ ἐκείνοις
16. τὰ νῦν γενόμενα κατὰ θερμότητα καὶ ψύξιν αὐτῶν τε
17. τῶν μεταβαλλομένων χυμῶν καὶ τῆς ἀλλοιούσης αὐτοὺς αἰτίας
18. δραστικῆς, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὅσα τ’ ἄλλα
1. ταύτῃ συνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάστασιν. αὐτῆς
2. δὲ τῆς δραστικῆς αἰτίας τὸ μέγεθος ἔκ τε τῆς ἡλικίας
3. τεκμαιρόμενος ἔτι τε τῆς ἰδίας φύσεως αὐτοῦ καὶ τοῦ μορίου
4. καθ’ ὃ συνέβη τὴν ἐκπύησιν γίνεσθαι καὶ τῶν ἄλλων
5. σημείων, ὅσα ῥώμην τε καὶ ἀῤῥωστίαν ἐνδείκνυται τῆς κατὰ
6. τὰς ἀρτηρίας τε καὶ φλέβας δυνάμεως. ὁ γὰρ μηδὲν τούτων
7. ἐπιστάμενος, ἀλλὰ περιμένων ἐκ παρατηρήσεως διδαχθῆναι
8. περὶ πάντων τῶν ἐμπυημάτων ἐτῶν εἰς τοῦτο χιλίων
9. χρόνος οὐκ ἐξαρκέσει, ὥσπερ αὖ πάλιν ὁ πρὸς τὴν
10. ἔμφυτον ἀποβλέπων θερμασίαν ὁπόση τις ἐστι καὶ ταύτῃ
11. παραβάλλων τὴν φύσιν τῶν πεφθησομένων χυμῶν ὁδὸν ἔχει
12. τῆς εὑρέσεως οὗ ζητῶν τυγχάνει πράγματος. οὗτος οὖν
13. ἐστιν ὁ δυνάμενος ἐξ ὧν οἶδε καὶ περὶ ὧν οὐκ οἶδε τεκμαίρεσθαι
14. τεχνικῶς. οὗτος ἐρεῖ μόνος ὡς περὶ μὲν τὴν εἰκοστὴν
15. ἡμέραν ἐκπυήσει τόδε τι, περὶ δὲ τὴν τριακοστὴν τόδε
16. τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως οὐδὲν ἔτι προστιθέναι δεόμενος,
17. εἴτ’ ὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτ’ ἐκ μεταπτώσεως
1. ὀξὺ τὸ νόσημα. ταῦτα γὰρ ἔργον ἐστὶ διακρίνειν, οὐκ
2. ἰατρῶν νὴ Δία περὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων, ἀλλὰ
3. σοφιστῶν λόγοις σχολαζόντων, καὶ διὰ τοῦτο περὶ μὲν τῶν
4. τοιούτων προβλημάτων ἐφ’ ὑψηλοῦ θρόνου καθήμενοι σεμνῶς
5. πάνυ καταντλοῦσι λόγοις οἱ πολλοὶ τοὺς μαθητάς.
6. ὁποῖον δέ τι γενήσεται τῷ κάμνοντι μᾶλλον αὐτοὺς λέληθεν
7. ἢ τῆς θαλάττης χοαί. ἕτεροι δ’ ἔμπαλιν ἱκανοὶ μέν εἰσι
8. καὶ διαγνῶναι τὰ νοσήματα καὶ προγνῶναι τὰ γενησόμενα,
9. λέγειν δ’ οὐδὲν ἔχουσιν εἰς τὰ λογικὰ ζητήματα, κἀκ ταύτης
10. τῆς αἰτίας ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖς ἀνθρώποις,
11. ἕτεροι δὲ σοφισταὶ καὶ λογιατροί· καλοῦσι γὰρ αὐτοὺς
12. οὕτως· κἂν θεάσωνταί τινα βιβλίον ἀναγινώσκοντα καὶ
13. λόγῳ χρώμενον εἰς ἑρμηνείαν τῶν χρησίμων φαρμάκων,
14. ὑποπτεύουσι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.