6. Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ
7. δεινόν. κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ
8. ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τρόπου σφαλεροῦ ἐόντος
9. ταχέως δεῖ προσέχειν τὸν νόον καὶ τοῖσιν ἄλλοισι σημείοισι
10. πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.
12. Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ
13. τῶν φαινομένων τούτων ὤτων, οὔτ’ εἰ καὶ γένοιτο κίνδυνος
14. ἀκολουθήσει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε
15. κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλ’ εἰώθασιν ὠταλγίας ὀνομάζειν,
16. ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον ἡ
17. τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει
18. τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον
1. τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ
2. τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου,
3. διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι
4. καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ
5. ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ
6. τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.