9. Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι
10. καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι
11. πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ
12. παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα
13. διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν
14. ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι
15. τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι
16. τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ
17. ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν
18. αὐτέῳ ἐπιγένηται σημεῖον.
1. Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι
2. μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς
3. κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἢ ἐκπυΐσκονται
4. τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον
5. ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν
6. παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα
7. τῆς κράσεως ὁ τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα
8. τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.