11. Φάρυγξ δὲ ἑλκουμένη σὺν πυρετῷ δεινὸν, ἀλλ’ ἤν τι καὶ
12. ἄλλο σημεῖον ἐπιγένηται τῶν προκεκριμένων πονηρῶν εἶναι
13. προλέγειν, ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.
15. Ἡ ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς.
16. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ
17. πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα
18. πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ
1. πάντων ἔστω σοι παράγγελμα, μάλιστα δ’ ἐπὶ τῶν μήτ’
2. ἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφ’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης
3. εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.