6. Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα
7. ἀναιροῦσιν, ὁκόσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον
8. ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι
9. καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι
10. καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.
12. Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ
13. λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας
14. τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι
15. μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν
16. ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον.
17. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν
1. τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω
2. φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο στόματά ἐστι, τό τε
3. τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ
4. τούτων ἐπίδηλον ᾖ τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ
5. τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ’ ᾗ
6. πνίγονται. στενῆς δ’ οὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος
7. ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ
8. τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται
9. τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι
10. κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις
11. ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν
12. πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους.
13. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα
14. μύες εἰκότως ὀδυνῶνται.