Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.18, ed. Kühn, 1830, vol. 18b, p. 266-268. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.18


13. Ὁκόσοισι δὲ ξυνεξαιρεθῇ ἡ φάρυγξ καὶ ὁ αὐχὴν,
14. αὗται χρονιώτεραι καὶ μάλιστα ἐξ αὐτέων περιφεύγουσιν,
15. ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ
16. τὸ ἐρυσίπελας εἴσω.

1. Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι
2. διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ
3. κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δ’
4. οὐδὲν οὔτε φλεγμονῶδες οὔτ’ ἐρυσιπελατῶδες ἤτοι κατὰ
5. τὸν τράχηλον ἢ τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην
6. διάθεσιν ὀνομάζουσιν. ἀλλ’ ὅπερ ἀεὶ λέγω φαίνεται καὶ
7. ὁ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς
8. δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά
9. τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆς ῥήσεως διὰ
10. τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, ᾧ καὶ δῆλον ὡς οὐδὲν
11. ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι
12. πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ
13. πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται
14. δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα.
15. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι
16. χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ
17. ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων
1. δ’ ἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα
2. μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν
3. δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖς εἰσι
4. περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν ὁ Ἱπποκράτης διῆλθεν,
5. οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς
6. μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δ’ εἰς τὴν
7. φάρυγγα τοῦ ῥεύματος ἢ εἰς τὸν τράχηλον ἢ εἰς ἄμφω
8. ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον,
9. ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας ἢ φλεγμονὴν ἐρυσιπελατώδη
10. ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ
11. τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποτ’ αὐτοῖς γένοιτο
12. τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν
13. ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Cliquer un n° de page pour en afficher l’image