16. Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμοισιν ἀφανίζηται τὸ ἐρυσίπελας
17. μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ
1. μήτε πῦον ἀποβήσσῃ ῥηιδίως τε καὶ ἀπόνως ἔχειν δοκέει,
2. θάνατον σημαίνει ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.
4. Τὸ μὲν ἄνευ φύματος ἢ πτυσμάτων εὐπετῶς ἀναγομένων
5. ἀφανισθῆναι τὸ ἐρυσίπελας ἢ τὸ ἔρευθος, ἑκατέρως γὰρ
6. γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτ’ ἐν
7. ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον
8. ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς
9. ἐσομένου μοχθηροῦ σημείου αὐτῷ ἢ οὒ, ἐξηγήσαντο γὰρ
10. αὐτὸ οὕτω τινὲς, ἢ συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς
11. ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι
12. κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν
13. ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις ἡ μετάστασις εἰς
14. τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος,
15. οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον
16. οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν,
17. ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον.
18. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι,
1. ῥᾳδίως δ’ ἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας ἢ τὸ ἐρύθημα,
2. τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι
3. γενέσθαι.