Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.2, ed. Kühn, 1830, vol. 18b, p. 236-238. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.2


9. Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων
10. βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν, οἵ τε
11. κακαηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι
12. κτείνουσιν ἢ πρόσθεν.

14. Εὐήθεις ἄνθρωποι λέγονται μὲν καὶ οἱ κακοήθεις ἐν
15. ὑποκρίσει τινὶ, καθάπερ καὶ ὁ πίθηκος καλλίας. λέγονται
16. δὲ καὶ οἱ ἐπαινετὸν ἔχοντες τὸ ἦθος. ἀλλὰ τοῦ μὲν πρώτου
17. παμπόλλη χρῆσίς ἐστι παρὰ τοῖς Ἕλλησι, τοῦ δὲ δευτέρου
18. σπανιωτέρα. λέγουσι δ’ οὖν ποτε καὶ οὕτως οὐ τὸν
1. εὐήθη μόνον, ἀλλὰ καὶ τὴν εὐήθειαν ἐπὶ τῆς εὖ τὸ ἦθος
2. ἐχούσης διαθέσεως. Δείναρχος μὲν οὖν ἐν τῷ πρὸς Δάωνα
3. οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν αὑτοῦ Κεφαλίων μειρακιωδέστερον
4. καὶ φύσει χρηστὸς ἦν καὶ εὐήθης. ὁ δὲ
5. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου τοῖς δικασταῖς διαλεγόμενος
6. ἔφη· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πρᾳότητα
7. εὐθύνας δίδωσι καὶ ταῦτα ὁπηνίκα βούλεται. Πλάτων
8. δὲ ἐν τῷ τρίτῳ τῆς πολιτείας φησίν· εὐλογία ἄρα καὶ εὐαρμοστία
9. καὶ εὐσχημοσύνη καὶ εὐρυθμία καὶ εὐήθεια ἀκολουθεῖ.
10. οὐχὶ ἄνοιαν οὖσαν ὑποκοριζόμενος τὴν καλουμένην
11. εὐήθειαν, ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς
12. τὸ ἦθος κατεσκευασμένην διάνοιαν. οὕτως οὖν καὶ τὸν εὐήθη
13. κατὰ τὸν Εὐθύδημον εἶπεν ἐπὶ τοῦ τὸ ἦθος ἔχοντος
14. ἁπλοῦν καὶ κεκοσμημένον καὶ ὡς ἐθαύμασεν, οὗτός ἐστι νέος
15. τε καὶ εὐήθης. ἀρκεῖ ταῦτα παραδείγματος ἕνεκεν πρὸς τὸ
16. γνῶναί σε τὴν τῶν Ἑλλήνων συνήθειαν ἐπί τε τῷ τῆς
1. εὐηθείας ὀνόματι καὶ τοῦ εὐήθους κατὰ διττὸν σημαινόμενον
2. γεγενημένην· καὶ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ ἕτερον
3. αὐτῶν εἶπε τοὺς πυρετοὺς εὐηθεστάτους ἐν ἴσῳ τῷ ἐπιεικεστάτους
4. καὶ ἁπλουστάτους καὶ μηδὲν ἔχοντας κακόηθες.
5. καὶ ὅταν τὰ τῆς ἀσφαλείας σημεῖα παρῇ, τῆς πρώτης τετράδος
6. οὐκ ἂν ἐξωτέρω προέλθοιεν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ
7. θᾶσσον παύσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ κακοήθεις
8. πυρετοὶ καὶ μετὰ σημείων ὀλεθρίων γενόμενοι τεταρταῖοι
9. κτείνουσιν ἢ πρόσθεν. εὔδηλος οὖν ἐστι καὶ τὴν
10. τρίτην ἡμέραν ἐν ταῖς κρισίμοις τάττων ἐν τῷ φάναι· τεταρταῖοι
11. παύονται ἢ πρόσθεν. οὕτω δὲ κἀν τῷ πρώτῳ
12. τῶν ἐπιδημιῶν ἐγίνωσκεν, ἐν ταῖς κρισίμοις ἡμέραις πρώτην
13. γράψας τὴν τρίτην. ἀσφαλέστατα δὲ σημεῖα λέγει τὰ
14. κατὰ μέρος ἐπῃνημένα πρὸς αὐτοῦ μεγάλως, ὧν καὶ μετ’
15. ὀλίγον ὀνομαστὶ μνημονεύσει παραδείγματος ἕνεκα.

Cliquer un n° de page pour en afficher l’image