2. Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύονται μήτε σημείων γινομένων
3. λυτηρίων μήτε ἐν ἡμέρῃσι κρισίμοισι, ὑποστροφὴν
4. προσδέχεσθαι χρὴ τουτέοισιν.
6. Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ
7. προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν
8. γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα
9. φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται
10. τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγως ῥᾳστωνῆσαι λέγοιτ’ ἂν,
11. ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτ’ ἐν κρισίμοις ἡμέραις
12. ἔδοξε πεπαῦσθαι.