Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.24, ed. Kühn, 1830, vol. 18b, p. 274-275. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.24


5. Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες
6. τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

8. Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν
9. νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας
10. δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις,
11. ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ,
12. μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι
13. τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι.
14. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι,
15. καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν
16. ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ
17. μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν
18. ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον
1. δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν
2. χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως
3. ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ
4. τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν,
5. εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως
6. ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις
7. δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται
8. πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας
9. κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης
10. διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον
11. τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς
12. δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε
13. γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται,
14. μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’
15. ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ,
16. περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης
17. διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα.
18. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις
19. ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.

Cliquer un n° de page pour en afficher l’image