2. Τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνονται, πολυχρονιωτέρου
3. ἐόντος τοῦ πυρετοῦ.
5. Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι
6. τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ
7. παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’
8. οὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον
9. γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλ’ ἥκιστα.
10. νυνὶ δ’ οὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι
11. τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων
12. πρεσβυτέρους. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου
13. προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν
14. ἑξῆς οὐδὲν ἧττον φανεῖται.