Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.27, ed. Kühn, 1830, vol. 18b, p. 277-280. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.27


17. Χρὴ δὲ καὶ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι
18. συνεχέος ἐόντος τοῦ πυρετοῦ· ἐς δὲ τεταρταῖον
19. καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον
1. τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ
2. προσπελάσῃ.

4. Εἴρηται κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ὡς
5. ἐπὶ τῶν μελαγχολικῶν χυμῶν γίνονται τεταρταῖοι. λέλεκται
6. δὲ καὶ περὶ τῆς γενέσεως τοῦ χυμοῦ τοῦδε, διττῆς ὑπαρχούσης,
7. ἔκ τε τοῦ παχέος αἵματος, ὅπερ ἀνάλογόν ἐστιν ἐν
8. ταῖς φλεψὶ, τῇ κατὰ τοὺς πίθους τῶν οἴνων τρυγὶ καὶ τῆς
9. ξανθῆς ὑπεροπτηθείσης. αὕτη μὲν οὖν ἡ μέλαινα χολὴ τά
10. τ’ ἄλλα κακοήθης ἐστὶ καὶ διαβιβρώσκει τὰ μόρια καθ’
11. ἅπερ ἂν τύχῃ πλείων ἀθροισθεῖσα. ἡ δ’ ἑτέρα μέλαινα
12. πρᾳοτέρα τε ταύτης ἐστὶ καὶ μάλιστα ἐπειδὰν μήπω τύχῃ
13. κεχρονικυῖα κατὰ τὸ ζῶον ἤ τινι θερμασίᾳ πλείονι καὶ
14. παρὰ φύσιν ὡμιληκυῖα. τούτων οὖν οὕτως ἐχόντων ὅταν
15. ὁ πυρετὸς ᾖ συνεχὴς, ὅπερ ἐστὶ μὴ παυόμενος εἰς ἀπυρεξίαν,
16. εἰς τὰς προειρημένας ἀποστάσεις τρέπεται χρονίζων.
17. ἐὰν δὲ διαλείπῃ, καὶ τοῦτ’ αὐτὸ μάλιστα γίνεται κατὰ τὴν
18. τελευτὴν τοῦ θέρους, εἰκός ἐστι μεταπεσεῖν τὴν νόσον εἰς 
1. τεταρταίαν περίοδον. ὅσον γὰρ ἂν τῶν χυμῶν ζέσαν ὥρᾳ
2. θέρους ἐν συνεχέσι πυρετοῖς ἐτελεύτησεν εἰς μέλαιναν χολὴν,
3. ἐσβέσθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆς πυρετώδους
4. θερμότητος ὁ κάμνων ἀπηλλάγη καὶ μάλισθ’ ὅταν ἱδρῶτες
5. ἐπιγίνωνται. ἀλλ’ ἐὰν μὴ φθάσῃ πως ἡ φύσις ἐκκρίνασα
6. τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὕτη πάλιν
7. μένουσα κατὰ τὸ σῶμα καὶ θερμαινομένη τινὰ σηπεδονώδη
8. διάθεσιν ἐπικτᾶται καὶ τοῦθ’ ὅταν αὐτῇ γένηται ζέσασα
9. πυρετὸν ἤγειρεν. ἐφ’ ᾧ πάλιν ἱδρῶτος γενομένου συνδιέπνευσε
10. τούτῳ τὸ ζέσαν τῆς μελαίνης, εἶτ’ αὖθις ἕτερον
11. ὑπόλειμμα ζέσαν αὖθις ἕτερον ἀνήγειρε πυρετόν. ἅτ’ οὖν
12. μή πω μίαν ἔχοντος παντὸς τοῦ σώματος διάθεσιν, ἀλλ’ ἐν
13. τισὶ μὲν μορίοις κινουμένης ἔτι τῆς μελαίνης, ἐν τισὶ δ’
14. ἀκινήτου κειμένης, ἐν ἄλλοις δὲ σηπομένης ἢ ζεῖν ἀρχομένης,
15. ἀτάκτους ἀναγκαῖόν ἐστι γίνεσθαι τοὺς πυρετούς.
16. ὅταν δὲ ἐν ἁπάσαις ταῖς φλεψὶν ἡ αὐτὴ διάθεσις
17. γένηται κρατούσης τῆς μελαίνης ὁ τεταρταῖος συνίσταται
18. πυρετὸς καὶ μάλισθ’ ὅταν εἰς τὸ φθινόπωρον ἐκ τοῦ θέρους
1. ἡ μεταβολὴ γινομένη τῆς μὲν ἔξω φορᾶς τε καὶ διαπνοῆς
2. ἐπίσχῃ τοὺς χυμοὺς, ἔσω δ’ ἀποστρέφῃ πρὸς τὸ βάθος
3. ἥντινα διάθεσιν ὁ χειμὼν διαδεξάμενος, ὡς ἂν ἐπιτείνων
4. διὰ τὸ κρύος τὴν ἕσω φορὰν τῶν χυμῶν, ἄχρι πάλιν
5. ἑτέρας μεταβολῆς γινομένης ἐπὶ τὸ θερμότερον, ἐν ᾧ κατέλαβε
6. νόσημα, φυλάττει τὸ σῶμα.

Cliquer un n° de page pour en afficher l’image