Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.28, ed. Kühn, 1830, vol. 18b, p. 280-283. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.28


9. Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες
10. γίνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριηκονταετέσι
11. καὶ γεραιτέροισι.

13. Περὶ τῆς καθ’ ἡλικίαν μεταβολῆς εἴρηται μὲν
14. ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέσει,
15. τὰ μὲν παιδία πλεῖστον ἔχει τὸν τοῦ αἵματος χυμόν. καὶ
16. μόνον γε τοῦτον εἶχεν ἂν, ὅσον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν
17. κράσει. πολλὰ δ’ ἐσθίοντα καὶ μέντοι καὶ ἀτακτότερα
18. ὑπάρχοντα, ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν.
1. ὁπόταν δ’ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ
2. μὲν ἤδη καλῶς διαιτᾶται, βελτίονος ἀγωγῆς εὐτυχήσαντα καὶ
3. οὕτως αὐτοῖς αἷμα πλεονάζει μόνον, ἔνια δὲ τῶν μειρακίων
4. πολὺ χεῖρον ἢ οἱ σμικροὶ παῖδες. καὶ τοίνυν νοσεῖ ταῦτα
5. συνεχῶς τε ἅμα καὶ σφοδρῶς ἀθροίζοντα πλῆθος ὠμῶν
6. χυμῶν. τοῖς ἐφεξῆς δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιστα τοῖς
7. κακῶς διαιτωμένοις ὁ πικρόχολος ὑποτρέφεται χυμὸς, ὥστε
8. πλεονάζειν τούτοις οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον, ὥσπερ
9. ὠχρά τε καὶ ξανθὴ χολὴ προσαγορεύεται καὶ γίνεται τοῦτο
10. τισὶ μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοις δὲ ἄχρι πέντε καὶ
11. τριάκοντα. πρῶτος μὲν γὰρ ὅρος ἐστὶ τῆς ἐπὶ τὸ ψυχρὸν
12. μεταβολῆς ὁ τῶν λ΄ ἐτῶν, ἔσχατος δὲ ὁ τῶν πέντε καὶ
13. τριάκοντα. πολλοῖς δὲ ἐν τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆς
14. φύσιν, ὅσα τε κατὰ τὰς περιστάσεις ἢ ἐτῶν ἢ προαιρέσεων
15. διαφορὰς ὑπαλλάττεται, τὴν ἀκμαστικὴν ἡλικίαν περιέγραψε·
16. διά τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐνίοτε μὲν τοῦ τριακοστοῦ
17. μνημονεύει καθάπερ ἄρτι, πολλάκις δὲ πέμπτου καὶ
1. τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ
2. οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφ’ ἅπασι μέτρον κοινόν. ἀλλὰ
3. τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ
4. τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ
5. καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις
6. τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν ὁ Ἱπποκράτης ἔγραψεν.
7. ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας
8. ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας
9. ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον
10. ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν
11. ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι
12. ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις ἡ παρακμή. ὅσον γὰρ
13. ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε,
14. τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον
15. ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ
16. τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς
17. τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ
18. μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει,
1. τοῖς δ’ ἧττον ἐλέφαντες, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ
2. τεταρταῖοι πυρετοί.

Cliquer un n° de page pour en afficher l’image