5. Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γινομένας
6. χρονιώτερόν τε παυομένας ἧσσόν τε
7. παλινδρομούσας.
9. Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων ὁ
10. Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην
11. ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον
12. παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον.
13. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον ὁ
14. πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη
15. καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ
16. τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον
17. παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν
18. τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ
19. πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα.
1. δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ,
2. καὶ μάλισθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς
3. τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν
4. τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δ’ οἱ
5. ψυχροί.