2. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρη
3. ἐς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην,
4. ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ
5. πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν.
6. αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων
7. εἰς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.
9. Πολλάκις εἰρημένην εὑρήσεις παρὰ τοῖς Ἕλλησιν ἔφοδον
10. πολεμίων ἢ λῃστῶν, ἀφ’ οὖ νῦν οὕτως Ἱπποκράτης μετενήνοχε
11. τὴν προσηγορίαν ἐπὶ τὰς τῶν κρισίμων ἡμερῶν
12. περιόδους. τὰ δ’ ἐφεξῆς πάντα καὶ καθ’ ἑαυτὰ μέν ἐστι
13. σαφῆ καὶ πολὺ δὲ μᾶλλον τοῖς μεμνημένοις ὦν ἄρτι προεῖπον.