8. Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν
9. ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι,
10. εἰ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος
11. παρέσται. ἢν δὲ καὶ ῥῖγος προσγένηται καὶ τὰ κάτω
12. μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ἔχῃ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος
13. παρέσται. ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον,
14. κάρτα τοῦτο ταχέως ἐμεῖται.
16. Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ
17. διδάσκει νῦν ὁ Ἱπποκράτης. ἔστι δ’ αὐτῷ πρῶτος μὲν
18. διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε
19. δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ
1. ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί
2. τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν
3. ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ
4. γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα,
5. μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν
6. κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον
7. δ’ ἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον
8. ἐργάζεται τὸ κατ’ αὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν
9. ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ
10. τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης
11. εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ ἢ λιγνυώδη μελανότητα.
12. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπ’
13. ἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα;
14. καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν
15. ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δ’ ἐνίοτε κἀκ τῶν κατὰ
16. τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν
17. αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ
18. οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον ἢ
1. παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται
2. δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν
3. ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν κατ’ αὐτό. δακνόμενον
4. οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον
5. οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς
6. γίνεται. τοιοῦτον γὰρ καὶ ὁ Θουκυδίδης ἐδήλωσεν, ἔνθα
7. φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν
8. καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν
9. ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς
10. πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας
11. τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς
12. τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι
13. δ’ Ἱπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει
14. τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν
15. πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ὁ ἔνδον τοῦ
16. στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν.
17. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν
18. χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θ’ ὅλης γαστρὸς καὶ
19. τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου
1. τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν ὁ καὶ τὰ χείλη
2. διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι
3. τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος ὁ χυμὸς
4. ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον
5. ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί
6. τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον,
7. ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ
8. καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους
9. ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται
10. λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν
11. καιρὸν ἐκεῖνον ὁ ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως,
12. ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα
13. χολῇ.