Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.33, ed. Kühn, 1830, vol. 18b, p. 290-292. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.33


12. Οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν
13. ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι
14. ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ
15. τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’
16. ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ,
17. αἷμα δὴ διὰ ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον,
18. ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσιν νέοισι
1. τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, τοῖσι δὲ τριηκονταέτεσι
2. καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι
3. προσδέχεσθαι.

5. Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ
6. λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δ’ ἂν ἐν πυρετῷ
7. μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτ’ οὖν
8. κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι
9. ἔσεσθαι τὸ κριθῆναι δι’ ἐκκρίσεως ἔφη, τὸ ἴδιον δ’ ἑκατέρῳ
10. προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν
11. ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δ’ ἐν τῷ δευτέρῳ. τὰ δὲ
12. τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα
13. θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ
14. ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν
15. ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα
16. μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν
17. αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθ’ ὑποχόνδριον
18. φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφ’ ὧν αἷμα πλεονάζει
1. καὶ αὖθις αὐτό τε τοῦτο νῦν προσέγραψε καὶ ὡς οἱ χολώδεις
2. ἔμετοι τοῖς ἀκμάζουσι γίνονται. κατὰ δὲ τὸ πρῶτον
3. τῶν ἐπιδημιῶν καὶ δακρύειν ἀκουσίως ἔφη τοὺς μέλλοντας
4. αἱμοῤῥαγήσειν ἐκ ῥινῶν. ταῦτ’ οὖν συνθεὶς πάντα
5. ἔτι τε προσθεὶς αὐτοῖς ἃ δι’ ἑτέρων εἶπεν, ἀεὶ προγνώσῃ
6. γενησομένην αἱμοῤῥαγίαν καὶ μάλιστ’ ἐὰν ἐναργῶς σοι φανήσεταί
7. ποτε τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον ἐκκρίσεως, ὃ
8. πανταχοῦ προηγεῖται τῶν κρισίμων αἱμοῤῥαγιῶν.

Cliquer un n° de page pour en afficher l’image