11. Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ
12. καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι
13. καὶ κλαυθμυρίζωσι καὶ τὸ χρῶμα μεταβάλλωσι καὶ
14. χλωρὸν ἢ πέλιον ἢ ἐρυθρὸν ἴσχωσι. γίνεται δὲ ταῦτα
15. ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς
16. τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ
17. ἄνδρες οὐκέτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν
18. ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων
1. τε καὶ κακίστων, οἷά περ ἐπὶ τῇσι φρενίτισι
2. γίνεται.
4. Περὶ σπασμῶν αὐτῷ ὁ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ
5. μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων,
6. οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται
7. καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ δι’
8. αὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν ᾖ λίαν παχὺ καὶ ὅτι πλείστῃ
9. τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ
10. τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν
11. γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων,
12. ἐφ’ ὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν
13. ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ
14. τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν
15. δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις
16. οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη
17. διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν
1. οὖν σπασμὸς καὶ χωρὶς πυρετῶν ἐν ταῖς σφοδραῖς πάνυ
2. ψύξεσι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε
3. φλεγμοναῖς ἐν νεύροις καὶ τένουσιν, ὅταν εἰς συμπάθειαν
4. ἄγωσι τὴν ἀρχήν. ἀλλὰ νῦν ὁ λόγος αὐτῷ περὶ τῶν ἐν
5. πυρετοῖς γινομένων σπασμῶν ἐστιν, ὥσπερ ἐξ ἀρχῆς ὑπέθετο
6. διελθεῖν προγνώσεις, ἐπί τε τῶν ὀξέων νοσημάτων καὶ
7. ὅσα τούτων μεταπιπτόντων γίνεται. τοὺς μὲν οὖν ἐν τοῖς
8. τοιούτοις νοσήμασι σπασμοὺς ἐπὶ τῶν ηὐξημένων ἐκεῖνα τὰ
9. σημεῖα δηλώσει τὰ μάλιστα ταῖς χαλεπαῖς ἐπιφαινόμενα
10. φρενίτισι καὶ μάλισθ’ ὅσα διαστρεφομένων γίνεται τῶν ἐν
11. τῷ προσώπῳ μορίων ἢ ὀδόντων πριομένων ἢ ὀφθαλμῶν
12. ἀστηρίκτων ἢ διεστραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ
13. καὶ τὸ ἀγρυπνῆσαι μόνον. ἐνίοτε δὲ καὶ φοβηθῆναι σφοδρῶς,
14. ὅπερ ὠνόμασεν ἐκπλαγῆναι καὶ τὸ κλαῦσαι μετ’ ἐντάσεως
15. σφοδροτέρας καὶ τὸ τὴν γαστέρα μὴ διαχωρῆσαι.
16. ταῦτα μὲν οὖν ὡς αἴτια. σημεῖα δὲ τοῦ σπασθήσεσθαι
17. πρὸς τοῖς τοιούτοις αἰτίοις τὰ παρὰ φύσιν χρώματα δηλοῦντα
1. τῶν χυμῶν τὴν μοχθηρίαν, ἐφ’ οἷς εἴωθε σπᾶσθαι.
2. χλωρὸν μὲν γὰρ ἢ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ
3. τὸν χυμὸν, ἐρυθρὸν δὲ πλῆθος αἵματος ἐνδείκνυται.