6. Τοὺς δὲ ἀπολλυμένους τε καὶ περιεσομένους τῶν
7. παιδίων καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν,
8. ὡς ἐφ’ ἑκάστοισιν διαγέγραπται.
10. Τοῦτο καὶ πρόσθεν εἴρηκε καὶ νῦν ἀναμιμνήσκει καὶ
11. μετ’ ὀλίγον αὖθις ἐρεῖ, διότι χρησιμώτατόν ἐστι, καὶ ὅμως
12. οὐκ ἀκούουσιν αὐτοῦ πολλοὶ τῶν ἰατρῶν, ἀλλ’ ἐνίοτε θεασάμενοί
13. τι τῶν κακῶν σημείων, ἐφ’ ὧν συνέβη ζῆσαι τὸν
14. ἄνθρωπον, ἐπεγκαλοῦσιν ὡς ψευσαμένῳ, καθάπερ αὖθις
15. ἀγαθῶν φανέντων, ἀπολλυμένου τοῦ κάμνοντος, οὐκ ἀληθεύειν
16. φασὶ τὸν Ἱπποκράτην μηκέθ’ ὁρῶντες ὡς ἐνίοτε μὲν ὑπὸ
17. πολλῶν ἀγαθῶν σημείων ἓν νικᾶται κακὸν ἰσχυρὸν, ἐνίοτε
18. δὲ ἔμπαλιν ὑπὸ πολλῶν κακῶν ἓν ἀγαθὸν τὸ ἰσχυρόν.