2. Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα
3. ἐκ τουτέων γίνεται.
5. Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν Ἱπποκράτης
6. ἀπομαντευσάμενος τῆς ἀμελείας τε ἅμα καὶ προπετείας
7. τῶν ἀναγνωσομένων αὐτοῦ τὰ βιβλία καὶ ζητησόντων
8. ἂν, ὅπως ἐν αὐτῷ μνημονεύει τεσσαρακοστῆς τε καὶ ἑξηκοστῆς
9. ἡμέρας, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν.
10. ὅπου γὰρ καὶ γράψαντος αὐτοῦ σαφῶς ὅτι μὴ περὶ
11. μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώσεως τούτων
12. εἰς χρόνου μῆκος ἐκτεινομένων ὁ λόγος αὐτῷ γέγονεν, ὅμως
13. τοιαῦτα ζητοῦσι, τί ποτ’ ἐξεπράξαντ’ ἂν, εἰ μὴ τοῦτ’ ἐποίησε.