16. Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τοὺς περιεσομένους
17. καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας
1. ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους,
2. τὰ σημεῖα ἐκμανθάνοντα πάντα, διακρίνειν λογιζόμενον
3. τὰς δυνάμεις αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται
4. περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν
5. ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.
7. Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεάσασθαι τὰ σημεῖα καὶ μὴ
8. πιστεύειν ἑνὶ καὶ διὰ τῶν ἔμπροσθεν εἶπεν, ἀλλὰ νῦν γε
9. προσέθηκε τὸ χρησιμώτατον τοῦ λόγου. φησὶ δ’ εἶναι
10. τοῦτο τὸ τὰς δυνάμεις ἐκλογίζεσθαι τῶν σημείων, οὐχ ἁπλῶς
11. οὐδὲ ταύτας, ἀλλὰ μετὰ τοῦ παραβάλλειν ἀλλήλαις. ἔστι
12. μὲν γὰρ ἔνια τῶν σημείων καὶ αὐτὰ καθ’ ἑαυτὰ
13. μοχθηρὰ, μᾶλλόν τε καὶ ἧττον, ὧν τὰς δυνάμεις ἐκμετρεῖσθαι
14. χρὴ τοῖς ῥήμασιν, ὡς καὶ πρόσθεν ἐδείκνυεν, ἢ θανατῶδες
15. εἰπὼν ἢ θανατωδέστερον ἢ ὀλέθριον κάρτα, καί που
16. προσθεὶς τὸ ἤδη, κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίως ἢ σωτήριον
17. ἢ περιεστηκὸς ἁπλῶς ἢ μεγάλην δύναμιν ἔχον ἢ καὶ
18. μετὰ τοῦ κάρτα. πλέον γάρ ἐστι τὸ φάναι τὸ κάρτα μεγάλην
1. δύναμιν ἔχειν εἰς σωτηρίαν, τοῦ ψιλοῦ καὶ
2. μόνου τοῦ μεγάλην δύναμιν ἔχειν. ἀλλὰ νῦν γε πρὸς ἀλλήλας
3. φησὶ χρῆναι παραβάλλειν τὰς δυνάμεις, οὐ τῶν ὁμογενῶν
4. μόνων σημείων, οἷον ἀγαθῶν πρὸς ἀγαθὰ καὶ κακῶν
5. πρὸς κακὰ, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸς κακά. διὰ γὰρ τῆς
6. παραβολῆς ταύτης καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο.
7. πρῶτον μὲν γὰρ γνωριοῦμεν ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον
8. δὲ οὐ καταπλαγησόμεθα, καὶ τρίτον ἐπισκεψόμεθα
9. διὰ τί γέγονεν ἢ τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα
10. ταῦτα κατὰ τὰς ἡμετέρας πραγματείας καὶ μάλιστα τὴν
11. περὶ κρίσεων. οὐ χεῖρον δὲ καὶ καὶ νῦν ἕνεκα παραδείγματος
12. ἀναμνῆσαί τινων ἀπὸ κοινῆς ἀρχῆς ἀρξαμένων
13. ἁπάσης τῆς προγνωστικῆς τέχνης. ἐπισκέπτεσθαι γάρ σε
14. χρὴ πρῶτον ἁπάντων εἴθ’ ἓν ἐξαιρέτως πέπονθε μόριον
15. εἴτε τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐστι τὸ νόσημα. δεύτερον
16. δὲ κατὰ τίνα μάλιστα δύναμιν ὁ κίνδυνός ἐστι τῷ κάμνοντι.
17. προείρηται δ’ ὅτι τρεῖς εἰσιν. εἶθ’ ἑξῆς τὰ τῆς δυνάμεως
18. ἐκείνης ἀγαθά τε καὶ κακὰ γνωρίσματα. φέρε γὰρ ἀπαθῆ
1. μὲν εἶναι τὴν ἀπ’ ἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια
2. τοῦ σώματος, ἐπὶ τοῖς χυμοῖς δὲ μόνοις σηπομένοις,
3. ἔχοντος τὴν ὑπόθεσιν ὅλου τοῦ νοσήματος, ὅπερ ἐστὶ πυρετώδους
4. ὄντος. εἶτα τούτων οὕτως ἐχόντων ἀπ’ ἀρχῆς φαίνεσθαι
5. πάντα ἐν τοῖς οὔροις ἀγαθὰ σημεῖα, τοῦτον τὸν
6. ἄνθρωπον ἀδύνατον ἀποθανεῖν, ὥστε κἂν ἐπιφαίνηταί τι
7. σύμπτωμα φοβερὸν, οὐ μόνον οὐ καταπλαγήσῃ, καθάπερ
8. πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίσεως αὐτὸ μηνυτικὸν ἡγήσῃ.
9. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦσι καὶ βλέπουσιν
10. ὀρφνώδη τε καὶ ξανθὰ καὶ ἀμβλυώττουσι καὶ καρδιαλγοῦσι
11. καὶ δυσπνοοῦσιν, ὑποχόνδριά τε συντείνονται λόγῳ κρίσεως,
12. αὖθις δὲ διαχωρήματα κακοήθη καὶ πτύσματα, καί τινες
13. ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ σηπόμενα καὶ
14. νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω.
15. καὶ γὰρ εὐπνούστεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ
16. ἀνωδυνώτεροι καὶ κατὰ τὰς ἀναστάσεις κουφότεροι καὶ τὸ
17. σύμπαν εὐφορώτεροι, πολλάκις ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν
18. οἱ κάμνοντες ἐγένοντο, φανερῶς ἐνδεικνυμένων τῶν
1. κενουμένων ἐκκαθαίρεσθαι τὸ σῶμα, τῆς φύσεως ἐκ παραδόξου
2. τὴν ἔμπροσθεν ἧτταν ἀναμαχομένης. ἅπαντα δὲ
3. ταῦτα δυνάμει προείρηται καὶ διώρισται κατὰ τὸ βιβλίον
4. τοῦτο καὶ μόνα τὰ παρὰ τῶν σφυγμῶν αὐτοῖς γε χρὴ προσθεῖναι
5. γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ περὶ τῶν σφυγμῶν
6. πραγματείᾳ σαφῶς πάντα, μηδαμόθεν παρακειμένων Σφιγγὸς
7. αἰνιγμάτων, οἷα μυρία γεγράφασιν οἱ περὶ τὸν Ἀρχιγένην.
8. ταῦτ’ οὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων
9. ἐπίβλεπε παραβάλλων ἀλλήλοις. ἐξ αὐτῶν γὰρ δυνήσῃ προλέγειν
10. καὶ τὰ παραλειπόμενα πρὸς τῶν ἀῤῥώστων, ἐνίοτε
11. μηδ’ αὐτοῖς τοῖς οἰκείοις αὐτῶν ἀκριβῶς γινωσκόμενα, ὡς
12. ἐμὲ πολλάκις ἐθεάσασθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺς
13. ὀδόντας εἰπόντα φύσει τὸ σύμπτωμα τοῦθ’ ὑπάρχειν
14. αὐτοῖς, ὡς νομίσαι τοὺς ἀκούοντας οἰκείους, οὐκ ἐξ
15. ἰατρικῆς, ἀλλ’ ἀπὸ μαντικῆς τέχνης γεγονέναι τὴν πρόῤῥησιν.
16. ἐνίοτε δ’ ἐπὶ τῶν κοιμωμένων παρηνεῳγμένοις τοῖς
17. ὀφθαλμοῖς, ὅτι καὶ τοῦθ’ ὑπάρχει φύσει. καί τινος ἐπὶ
18. τὰ στέρνα κατακειμένου καὶ τοῦτο ἀναγκαῖον ὑπάρχειν αὐτῷ
1. φύσει. γυναικὸς δέ τινος ὤφθη ποθ’ ἡμῖν εἰσελθοῦσιν ὁ
2. δεξιὸς ὀφθαλμὸς ὑπερέχειν θατέρου πολλῷ δή τινι, περὶ ἧς
3. ἔφην, ἔμπροσθεν τῆς νόσου γεγονέναι τὴν προπέτειαν. ἐπ’
4. ἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίστην, ὁρωμένου κἀκείνου
5. πρῶτον τότε, κατὰ φύσιν ὑπάρχειν ἔφην αὐτὴν, ἄλλου
6. δὲ ὑφαίμους τοὺς ὀφθαλμοὺς εἶναι φύσει. παρεσπασμένον
7. δ’ ἐφ’ ἑτέρου τινὸς μέρος ὀφρύων ἢ ὀφθαλμῶν ἢ
8. χειλῶν εἶπον. ἔνια δὲ καὶ πρὸ τοῦ νοσήματος ἔκ τινος
9. ἔξωθεν αἰτίας γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα σφυγμὸν
10. ἑτεροσφυξίαν τε καὶ τοιαῦθ’ ἕτερα φύσει τισὶν ὑπάρχειν
11. ἔφην, ἀγνοούμενα καὶ τοῖς κάμνουσιν αὐτοῖς ἐνίοτε καὶ
12. σωθέντων αὐτῶν, ὤφθησαν παραμένοντα φωνάς τε τραχείας
13. ἢ βραγχώδεις ἢ κλαγγώδεις τῷ μὲν φύσει, τῷ δὲ πρὸς τῆς
14. νόσου γενομένας, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ περὶ τοῦ προγινώσκειν
15. πραγματείᾳ διεληλυθὼς οὐδὲν δέομαι ἐπαναλαμβάνειν
16. νῦν, ἀλλὰ τὸ κεφάλαιον ἀρκεῖ τῆς τῶν τοιούτων εὑρέσεως
17. εἰπόντα καταπαῦσαι τὸν λόγον. ὅταν γὰρ ἐκ τῶν
1. ἄλλων ἁπάντων ἀκίνδυνον φαίνεται τὸ νόσημα, τὸ τοιοῦτον
2. φοβερὸν σύμπτωμα φύσει παρεῖναι γίνωσκε ἢ πάντως γε
3. πρὸ τῆς νόσου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥστε
4. καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιστεύσαντες ἐπισκέπτεσθε, καθότι
5. προείρηται, τὰς τῶν σημείων δυνάμεις ἐκλογιζόμενοι, καθάπερ,
6. φημὶ, προεῖπεν. αὐτὸς γὰρ τοῦ παραδείγματος ἐμνημόνευσεν,
7. ὅταν ὁμοῦ τε πῦον ἀναβήσσῃ καὶ χολήν. εἴρηται
8. δ’ αὐτῷ τοῦτο κατά γε τὴν ῥῆσιν ἐκείνην ἧς ἡ ἀρχή· τῶν
9. δὲ ἐμπυημάτων ὅσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου
10. ἐκπυΐσκονται, ὀλέθρια κάρτα εἴτ’ ἐν μέρει τὸ χολῶδες τῷ
11. πύῳ ἀναπτύοιτο εἴτε ὁμοῦ. κατὰ ταύτην γὰρ τὴν ῥῆσιν
12. ἠξίωσε θεωρεῖν ἀκριβῶς ἅπαντα τὰ τῷ κάμνοντι συνυπάρχοντα
13. καὶ διῆλθέν γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτως
14. ἀρξάμενος. ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα εὐπετέως φέρειν
15. τὸ νόσημα, εὔπνοον εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον
16. ῥηϊδίως ἀναβήσσειν. εἶτα ἐφεξῆς αὐτὰ διελθὼν πάντα
17. τῶν κακῶν αὖθις ἀρχόμενός φησι. κακὰ δὲ τὰ ἐναντία
18. τούτων δυσπετέως φέρειν τὸ νόσημα πνεῦμα μέγα καὶ πυκνὸν
1. εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόγις ἀναβήσσειν,
2. διψῇν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως
3. ἔχεσθαι. αὕτη σοι καὶ ἡ τῶν μοχθηρῶν σημείων ἀρχὴ τῆς
4. διδασκαλίας ἔμπροσθεν ὑπ’ αὐτοῦ γεγενημένης κατὰ τὴν
5. προειρημένην ἐπὶ τῶν πτυσμάτων ὧν ἔγραψε ὑπόθεσιν. ὡς
6. οὖν, φησὶν, ἐπὶ τούτων εἶπον, οὕτως ἐπὶ πάντων πρᾶττε μηδὲν
7. παραλείπων, ἀλλὰ κατὰ μέρος ἐκλογιζόμενος ἑκάστου σημείου
8. τὴν δύναμιν, εἶθ’ οὕτως παραβάλλων ἀλλήλοις αὐτά.