11. Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων τῶν ἀεὶ
12. ἐπιδημεόντων ταχέως ἐνθυμεῖσθαι καὶ μὴ λανθάνειν
13. τὴν τῆς ὥρης κατάστασιν.
15. Εἰς τὸ προγνῶναι τὰ γενησόμενα τοῖς κάμνουσι συμπτώματα,
16. μέγιστον συντελεῖ καὶ ἡ τῶν ἐπιδημούντων νοσημάτων
17. γνῶσις, ἤδη τε ἐνεστῶτα καὶ μέλλοντα ἔσεσθαι.
18. διείλεκται δ’ αὐτὸς ἐν κεφαλαίοις βραχέσι κατὰ τοὺς ἀφορισμοὺς,
1. τά τε καθ’ ὥραν ἑκάστην πλεονάζοντα καὶ τὰ τῇ
2. παρούσῃ τε καὶ προγεγονυίᾳ καταστάσει συνεπόμενα. τοῦ
3. μὲν γὰρ ἦρος ἔφη πλεονάζειν τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ
4. καὶ τὰ ἄλλα ἐφεξῆς ὅσα κατέλεξεν, ἅ τε τοῦ ἦρός εἰσιν ἴδια
5. καὶ τῶν ἄλλων ὡρῶν, ὅταν δηλονότι φυλάττωσι τὰς οἰκείας
6. φύσεις. εἰ δὲ μὴ φυλάττοιεν, ἐπιδημήσειν φησὶν ἕτερα νοσήματα,
7. τῇ γενομένῃ καταστάσει προσήκοντα· καὶ τούτων
8. ἐδίδαξε τίνα μὲν ἐξ ὑστέρου γενήσεται, τίνα δὲ εὐθὺς
9. ἅμα τῇ πρώτῃ καταστάσει. περὶ μὲν οὖν τῶν ὕστερον
10. ἐπιγινομένων ᾧδέ πως ἐδίδαξεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς
11. καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον καὶ
12. τὰ ἄλλα ὅσα τούτων ἐφεξῆς φησι· περὶ δὲ τῶν ἐν αὐταῖς
13. ταῖς παρούσαις καταστάσεσιν, ἐν οἶς φησι· τῶν δὲ καταστάσεων
14. τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων
15. εἰσὶν ὑγιεινότεροι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς. ἐν
16. ἀφορισμοῖς μὲν οὖν διὰ κεφαλαίων ἐδίδαξε περὶ τῶν ἐπιδημίων
17. νοσημάτων, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις
18. ἐπὶ τὰ κατὰ μέρος ἧκεν. ὁπόση δ’ ἐστὶ καὶ τούτων αὐτῶν
1. ἡ χρεία, καί τοι δοκούντων ἐν τοῖς καθόλου περιέχεσθαι,
2. λεχθήσεται κατὰ τὰ τῶν ἐπιδημιῶν ὑπομνήματα, τούτοις
3. ἀκολούθως γραφησόμενα. νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆς
4. ὅλης προγνώσεως, ὑπὲρ οὗ τὸν λόγον ὁ Ἱπποκράτης ἐποιήσατο
5. κατὰ τὴν προκειμένην ῥῆσιν. οἷς γὰρ εἴρηκε σημείοις
6. ἐν τῷ προγνωστικῷ τούτῳ βιβλίῳ τῶν νοσημάτων αὐτῶν
7. ἰδίοις, τούτοις ἀξιοῖ προστίθεσθαι τὰ διὰ τὸ περιέχον γινόμενα.
8. φέρε γὰρ ὦφθαί τινα σημεῖα κατὰ τὸν λόγον τοῦ
9. νοσήματος αἱμοῤῥαγίας, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινὴν,
10. ἔτι μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν. εἰ δὲ καὶ ἡ
11. παροῦσα κατάστασις εἴη θερμὴ καὶ ὑγρὰ, πολλῷ δὴ μᾶλλον
12. καὶ ἡ τῶν προγεγενημένων δυοῖν ἢ τριῶν ὡρῶν κατάστασις,
13. εἰ αἵματος εἴη γεννητικὴ, ἔτι καὶ μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν
14. αἱμοῤῥαγίαν· ὥσπερ οὖν ὁ λόγος ἐπὶ τῆς αἱμοῤῥαγίας, οὕτω
15. καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέσει δὲ εἰπεῖν ἓν ἔτι
16. παράδειγμα γενησομένων ἱδρώτων. ἐν καύμασιν ἀνύδροις
1. πυρετοὶ ἀνιδρῶτες τὰ πλεῖστα, τοῖσι δὲ ἐπὶ ψεκάσιν ἱδρωτικώτεροι
2. γίνονται. δῆλον οὖν ὅτι πρὸς τοῖς ἄλλοις σημείοις
3. ὅσα τοῦ νοσήματός ἐστιν ἴδια, δηλωτικὰ γενησομένων ἱδρώτων
4. ἔτι καὶ τοῦ περιέχοντος ἡ κατάστασις προσερχομένη
5. τὴν ἐλπίδα τοῦ γενησομένου βεβαιοτέραν ὑπογράφει.